Τοπικοί και Σοφιστικοί Έλεγχοι
ΠΕΡΙ ΤΩΝ ΣΟΦΙΣΤΙΚΩΝ ΕΛΕΓΧΩΝ ΕΝΟΤΗΤΑΙ, A ΠΡΩΤΗ
Σοφιστικοὶ Ἔλεγχοι α΄
Κεφάλαιον α΄
[165a] Περὶ δὲ τῶν σοφιστικῶν ἐλέγχων καὶ τῶν φαινομένων μὲν ἐλέγχων, ὄντων δὲ παραλογισμῶν ἀλλʹ οὐκ ἐλέγχων, λέγωμεν ἀρξάμενοι κατὰ φύσιν ἀπό τῶν πρώτων.
Ὅτι μὲν οὖν οἱ μὲν εἰσὶ συλλογισμοί, οἱ δʹ οὐκ ὄντες δοκοῦσι, φανερόν. ὥσπερ γὰρ καὶ ἐπὶ τῶν ἄλλων τοῦτο γίνεται διά τινος ὁμοιότητος, καὶ ἐπὶ τῶν λόγων ὡσαύτως ἔχει. καὶ γὰρ τὴν ἕξιν οἱ μὲν ἔχουσιν εὖ, οἱ δὲ φαίνονται, φυλετικῶς φυσήσαντες καὶ ἐπισκευάσαντες αὑτούς, καὶ καλοὶ οἱ μὲν διὰ κάλλος, οἱ δὲ φαίνονται, κομμώσαντες αὑτούς. ἐπί τε τῶν ἀψύχων ὡσαύτως. καὶ γὰρ τούτων τὰ μὲν ἄργυρος τὰ δὲ χρυσός ἐστιν ἀληθῶς, τὰ δʹ ἔστι μὲν οὔ, φαίνεται δὲ κατὰ τὴν αἴσθησιν, οἷον τὰ μὲν λιθαργύρινα καὶ τὰ καττιτέρινα ἀργυρᾶ, τὰ δὲ χολοβάφινα χρυσᾶ. τόν αὐτόν δὲ τρόπον καὶ συλλογισμός καὶ ἔλεγχος ὁ μὲν ἔστιν, ὁ δʹ οὐκ ἔστι μέν, φαίνεται δὲ διὰ τὴν ἀπειρίαν. οἱ γὰρ ἄπειροι ὥσπερ ἂν ἀπέχοντες πόρρωθεν θεωροῦσιν. ὁ μὲν [165b] γὰρ συλλογισμός ἐκ τινῶν ἐστι τεθέντων ὥστε λέγειν ἕτερον ἐξ ἀνάγκης τι τῶν κειμένων διὰ τῶν κειμένων, ἔλεγχος δὲ συλλογισμός μετʹ ἀντιφάσεως τοῦ συμπεράσματος. οἱ δὲ τοῦτο ποιοῦσι μὲν οὔ, δοκοῦσι δὲ διὰ πολλὰς αἰτίας. ὧν εἷς τόπος εὐφυέστατός ἐστι καὶ δημοσιώτατος, ὁ διὰ τῶν ὀνομάτων. ἐπεὶ γὰρ οὐκ ἔστιν αὐτὰ τὰ πράγματα διαλέγεσθαι φέροντας, ἀλλὰ τοῖς ὀνόμασιν ἀντὶ τῶν πραγμάτων χρώμεθα ὡς συμβόλοις, τό συμβαῖνον ἐπὶ τῶν ὀνομάτων καὶ ἐπὶ τῶν πραγμάτων ἡγούμεθα συμβαίνειν, καθάπερ ἐπὶ τῶν ψήφων τοῖς λογιζομένοις. τό δʹ οὐκ ἔστιν ὅμοιον. τὰ μὲν γὰρ ὀνόματα πεπέρανται καὶ τό τῶν λόγων πλῆθος, τὰ δὲ πράγματα τόν ἀριθμόν ἄπειρά ἐστιν. ἀναγκαῖον οὖν πλείω τόν αὐτόν λόγον καὶ τοὔνομα τό ἓν σημαίνειν. ὥσπερ οὖν κἀκεῖ οἱ μὴ δεινοὶ τὰς ψήφους φέρειν ὑπό τῶν ἐπιστημόνων παρακρούονται, τόν αὐτόν τρόπον καὶ ἐπὶ τῶν λόγων οἱ τῶν ὀνομάτων τῆς δυνάμεως ἄπειροι παραλογίζονται καὶ αὐτοὶ διαλεγόμενοι καὶ ἄλλων ἀκούοντες. διὰ μὲν οὖν ταύτην τὴν αἰτίαν καὶ τὰς λεχθησομένας ἔστι καὶ συλλογισμός καὶ ἔλεγχος φαινόμενος οὐκ ὢν δέ. ἐπεὶ δʹ ἐστί τισι μᾶλλον πρό ἔργου τό δοκεῖν εἶναι σοφοῖς ἢ τό εἶναι καὶ μὴ δοκεῖν (ἔστι γὰρ ἡ σοφιστικὴ φαινομένη σοφία οὖσα δʹ οὔ, καὶ ὁ σοφιστὴς χρηματιστὴς ἀπό φαινομένης σοφίας ἀλλʹ οὐκ οὔσης), δῆλον ὅτι ἀναγκαῖον τούτοις καὶ τοῦ σοφοῦ ἔργον δοκεῖν ποιεῖν, μᾶλλον ἢ ποιεῖν καὶ μὴ δοκεῖν. ἔστι δʹ ὡς ἓν πρός ἓν εἰπεῖν ἔργον περὶ ἕκαστον τοῦ εἰδότος ἀψευδεῖν μὲν αὐτόν περὶ ὧν οἶδε, τόν δὲ ψευδόμενον ἐμφανίζειν δύνασθαι. ταῦτα δʹ ἐστὶ τό μὲν ἐν τῷ δύνασθαι δοῦναι λόγον, τό δʹ ἐν τῷ λαβεῖν. ἀνάγκη οὖν τοὺς βουλομένους σοφιστεύειν τό τῶν εἰρημένων λόγων γένος ζητεῖν. πρό ἔργου γάρ ἐστιν. ἡ γὰρ τοιαύτη δύναμις ποιήσει φαίνεσθαι σοφόν, οὗ τυγχάνουσι τὴν προαίρεσιν ἔχοντες.
Ὅτι μὲν οὖν ἔστι τι τοιοῦτον λόγων γένος, καὶ ὅτι τοιαύτης ἐφίενται δυνάμεως οὓς καλοῦμεν σοφιστάς, δῆλον. πόσα δʹ ἔστιν εἴδη τῶν λόγων τῶν σοφιστικῶν, καὶ ἐκ πόσων τόν ἀριθμόν ἡ δύναμις αὕτη συνέστηκε, καὶ πόσα μέρη τυγχάνει τῆς πραγματείας ὄντα, καὶ περὶ τῶν ἄλλων τῶν συντελούντων εἰς τὴν τέχνην ταύτην ἤδη λέγωμεν.
Κεφάλαιον βʹ
Ἔστι δὴ τῶν ἐν τῷ διαλέγεσθαι λόγων τέτταρα γένη, διδασκαλικοὶ καὶ διαλεκτικοὶ καὶ πειραστικοὶ καὶ ἐριστικοί. [166a] διδασκαλικοὶ μὲν οἱ ἐκ τῶν οἰκείων ἀρχῶν ἑκάστου μαθήματος καὶ οὐκ ἐκ τῶν τοῦ ἀποκρινομένου δοξῶν συλλογιζόμενοι (δεῖ γὰρ πιστεύειν τόν μανθάνοντα), διαλεκτικοὶ δʹ οἱ ἐκ τῶν ἐνδόξων συλλογιστικοὶ ἀντιφάσεως, πειραστικοὶ δʹ οἱ ἐκ τῶν δοκούντων τῷ ἀποκρινομένῳ καὶ ἀναγκαίων εἰδέναι τῷ προσποιουμένῳ ἔχειν τὴν ἐπιστήμην (ὃν τρόπον δέ, διώρισται ἐν ἑτέροις), ἐριστικοὶ δʹ οἱ ἐκ τῶν φαινομένων ἐνδόξων, μὴ ὄντων δέ, συλλογιστικοὶ ἢ φαινόμενοι συλλογιστικοί. περὶ μὲν οὖν τῶν ἀποδεικτικῶν ἐν τοῖς Ἀναλυτικοῖς εἴρηται, περὶ δὲ τῶν διαλεκτικῶν καὶ πειραστικῶν ἐν ἄλλοις. περὶ δὲ τῶν ἀγωνιστικῶν καὶ ἐριστικῶν νῦν λέγωμεν.
Κεφάλαιον γʹ
Πρῶτον δὴ ληπτέον πόσων στοχάζονται οἱ ἐν τοῖς λόγοις ἀγωνιζόμενοι καὶ διαφιλονεικοῦντες. ἔστι δὲ πέντε ταῦτα τόν ἀριθμόν, ἔλεγχος καὶ ψεῦδος καὶ παράδοξον καὶ σολοικισμός καὶ πέμπτον τό ποιῆσαι ἀδολεσχῆσαι τόν προσδιαλεγόμενον (τοῦτο δʹ ἐστὶ τό πολλάκις ἀναγκάζεσθαι ταὐτό λέγειν), ἢ τό μὴ ὂν ἀλλὰ [τό] φαινόμενον ἕκαστον εἶναι τούτων. μάλιστα μὲν γὰρ προαιροῦνται φαίνεσθαι ἐλέγχοντες, δεύτερον δὲ ψευδόμενόν τι δεικνύναι, τρίτον εἰς παράδοξον ἄγειν, τέταρτον δὲ σολοικίζειν ποιεῖν (τοῦτο δʹ ἐστὶ τό ποιῆσαι τῇ λέξει βαρβαρίζειν ἐκ τοῦ λόγου τόν ἀποκρινόμενον). τελευταῖον δὲ τό πλεονάκις ταὐτό λέγειν.
Κεφάλαιον δʹ
Τρόποι δʹ εἰσὶ τοῦ μὲν ἐλέγχειν δύο. οἱ μὲν γάρ εἰσι παρὰ τὴν λέξιν, οἱ δʹ ἔξω τῆς λέξεως. ἔστι δὲ τὰ μὲν παρὰ τὴν λέξιν ἐμποιοῦντα τὴν φαντασίαν ἓξ τόν ἀριθμόν. ταῦτα δʹ ἐστὶν ὁμωνυμία, ἀμφιβολία, σύνθεσις, διαίρεσις, προσῳδία, σχῆμα λέξεως. τούτου δὲ πίστις ἥ τε διὰ τῆς ἐπαγωγῆς καὶ συλλογισμός, ἄν τε ληφθῇ τις ἄλλος καὶ ὅτι τοσαυταχῶς ἂν τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις μὴ ταὐτό δηλώσαιμεν.εἰσὶ δὲ παρὰ μὲν τὴν ὁμωνυμίαν οἱ τοιοίδε τῶν λόγων, οἷον ὅτι μανθάνουσιν οἱ ἐπιστάμενοι, τὰ γὰρ ἀποστοματιζόμενα μανθάνουσιν οἱ γραμματικοί. τό γὰρ μανθάνειν ὁμώνυμον, τό τε ξυνιέναι χρώμενον τῇ ἐπιστήμῃ καὶ τό λαμβάνειν ἐπιστήμην. καὶ πάλιν ὅτι τὰ κακὰ ἀγαθά. τὰ γὰρ δέοντα ἀγαθά, τὰ δὲ κακὰ δέοντα. διττόν γὰρ τό δέον, τό τʹ ἀναγκαῖον, ὃ συμβαίνει πολλάκις καὶ ἐπὶ τῶν κακῶν (ἔστι γὰρ κακόν τι ἀναγκαῖον)_καὶ τἀγαθὰ δὲ δέοντά φαμεν εἶναι. ἔτι <τό> τόν αὐτόν καθῆσθαι καὶ ἑστάναι, καὶ κάμνειν καὶ ὑγιαίνειν. ὅσπερ γὰρ ἀνίστατο, ἕστηκεν, καὶ ὅσπερ [166b] ὑγιάζετο, ὑγιαίνει. ἀνίστατο δʹ ὁ καθήμενος καὶ ὑγιάζετο ὁ κάμνων. τό γὰρ τόν κάμνοντα ὁτιοῦν ποιεῖν ἢ πάσχειν οὐχ ἓν σημαίνει, ἀλλʹ ὁτὲ μὲν ὅτι ὁ νῦν κάμνων [ἢ καθήμενος], ὁτὲ δʹ ὃς ἔκαμνε πρότερον. πλὴν ὑγιάζετο μὲν καὶ κάμνων καὶ ὁ κάμνων. ὑγιαίνει δʹ οὐ κάμνων ἀλλʹ ὁ κάμνων, οὐ νῦν, ἀλλʹ ὁ πρότερον. παρὰ δὲ τὴν ἀμφιβολίαν οἱ τοιοίδε. τό βούλεσθαι λαβεῖν με τοὺς πολεμίους. καὶ ἆρʹ ὅ τις γινώσκει, τοῦτο γινώσκει; καὶ γὰρ τόν γινώσκοντα καὶ τό γινωσκόμενον ἐνδέχεται ὡς γινώσκοντα σημῆναι τούτῳ τῷ λόγῳ. καὶ ἆρα ὃ ὁρᾷ τις, τοῦτο ὁρᾷ ὁρᾷ δὲ τόν κίονα, ὥστε ὁρᾷ ὁ κίων. καὶ ἆρα ὃ σὺ φῂς εἶναι, τοῦτο σὺ φῂς εἶναι; φῂς δὲ λίθον εἶναι. σὺ ἄρα φῂς λίθος εἶναι. καὶ ἆρʹ ἔστι σιγῶντα λέγειν; διττόν γὰρ καὶ τό σιγῶντα λέγειν, τό τε τόν λέγοντα σιγᾶν καὶ τό τὰ λεγόμενα. εἰσὶ δὲ τρεῖς τρόποι τῶν παρὰ τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν. εἷς μὲν ὅταν ἢ ὁ λόγος ἢ τοὔνομα κυρίως σημαίνῃ πλείω, οἷον ἀετός καὶ κύων. εἷς δὲ ὅταν εἰωθότες ὦμεν οὕτω λέγειν. τρίτος δὲ ὅταν τό συντεθὲν πλείω σημαίνῃ, κεχωρισμένον δὲ ἁπλῶς. οἷον τό ἐπίσταται γράμματα. ἑκάτερον μὲν γάρ, εἰ ἔτυχεν, ἕν τι σημαίνει, τό ἐπίσταται καὶ τό γράμματα. ἄμφω δὲ πλείω, ἢ τό τὰ γράμματα αὐτὰ ἐπιστήμην ἔχειν ἢ τῶν γραμμάτων ἄλλον.
Ἡ μὲν οὖν ἀμφιβολία καὶ ὁμωνυμία παρὰ τούτους τοὺς τρόπους ἐστίν. παρὰ δὲ τὴν σύνθεσιν τὰ τοιάδε, οἷον τό δύνασθαι καθήμενον βαδίζειν καὶ μὴ γράφοντα γράφειν (οὐ γὰρ ταὐτό σημαίνει ἂν διελών τις εἴπῃ καὶ συνθεὶς ὡς δυνατόν τό καθήμενον βαδίζειν [καὶ μὴ γράφοντα γράφειν]. καὶ τοῦθʹ ὡσαύτως, ἄν τις συνθῇ τό μὴ γράφοντα γράφειν. σημαίνει γὰρ ὡς ἔχει δύναμιν τοῦ μὴ γράφων γράφειν. ἐὰν δὲ μὴ συνθῇ, ὅτι ἔχει δύναμιν, ὅτε οὐ γράφει, τοῦ γράφειν), καὶ μανθάνει νῦν γράμματα, εἴπερ μανθάνει ἃ ἐπίσταται. ἔτι τό ἓν μόνον δυνάμενον φέρειν πολλὰ δύνασθαι φέρειν.
Παρὰ δὲ τὴν διαίρεσιν ὅτι τὰ πέντʹ ἐστὶ δύο καὶ τρία, καὶ περιττὰ καὶ ἄρτια, καὶ τό μεῖζον ἴσον. τοσοῦτον γὰρ καὶ ἔτι πρός. ὁ γὰρ αὐτός λόγος διῃρημένος καὶ συγκείμενος οὐκ ἀεὶ ταὐτό σημαίνειν ἂν δόξειεν, οἷον ἐγώ σʹ ἔθηκα δοῦλον ὄντʹ ἐλεύθερον καὶ τό πεντήκοντʹ ἀνδρῶν ἑκατόν λίπε δῖος Ἀχιλλεύς.
[167a] Παρὰ δὲ τὴν προσῳδίαν ἐν μὲν τοῖς ἄνευ γραφῆς διαλεκτικοῖς οὐ ῥᾴδιον ποιῆσαι λόγον, ἐν δὲ τοῖς γεγραμμένοις καὶ ποιήμασι μᾶλλον. οἷον καὶ τόν Ὅμηρον ἔνιοι διορθοῦνται πρός τοὺς ἐλέγχοντας ὡς ἄτοπον εἰρηκότα τό μὲν οὐ καταπύθεται ὄμβρῳ. λύουσι γὰρ αὐτό τῇ προσῳδίᾳ, λέγοντες τό ου ὀξύτερον. καὶ τό περὶ τό ἐνύπνιον τοῦ Ἀγαμέμνονος, ὅτι οὐκ αὐτός ὁ Ζεὺς εἶπεν δίδομεν δέ οἱ εὖχος ἀρέσθαι, ἀλλὰ τῷ ἐνυπνίῳ ἐνετέλλετο διδόναι. τὰ μὲν οὖν τοιαῦτα παρὰ τὴν προσῳδίαν ἐστίν.
Οἱ δὲ παρὰ τό σχῆμα τῆς λέξεως συμβαίνουσιν ὅταν τό μὴ ταὐτό ὡσαύτως ἑρμηνεύηται, οἷον τό ἄρρεν θῆλυ ἢ τό θῆλυ ἄρρεν ἢ τό μεταξὺ θάτερον τούτων, ἢ πάλιν τό ποιόν ποσόν ἢ τό ποσόν ποιόν, ἢ τό ποιοῦν πάσχον ἢ τό διακείμενον ποιοῦν, καὶ τἆλλα δʹ ὡς διῄρηται πρότερον. ἔστι γὰρ τό μὴ τῶν ποιεῖν ὂν ὡς τῶν ποιεῖν τι τῇ λέξει σημαίνειν. οἷον τό ὑγιαίνειν ὁμοίως τῷ σχήματι τῆς λέξεως λέγεται τῷ τέμνειν ἢ οἰκοδομεῖν. καίτοι τό μὲν ποιόν τι καὶ διακείμενόν πως δηλοῖ, τό δὲ ποιεῖν τι. τόν αὐτόν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων.
Οἱ μὲν οὖν παρὰ τὴν λέξιν ἔλεγχοι ἐκ τούτων τῶν τόπων εἰσίν. τῶν δʹ ἔξω τῆς λέξεως παραλογισμῶν εἴδη ἔστιν ἑπτά,
— ἓν μὲν παρὰ τό συμβεβηκός,
— δεύτερον δὲ τό ἁπλῶς ἢ μὴ ἁπλῶς ἀλλὰ πῂ ἢ ποὺ ἢ ποτὲ ἢ πρός τι λέγεσθαι,
- τρίτον δὲ τό παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν,
— τέταρτον δὲ τό παρὰ τό ἑπόμενον,
— πέμπτον δὲ τό παρὰ τό <τό> ἐν ἀρχῇ λαμβάνειν,
— ἕκτον δὲ τό <τό> μὴ αἴτιον ὡς αἴτιον τιθέναι,
— ἕβδομον δὲ τό τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν.
Οἱ μὲν οὖν παρὰ τό συμβεβηκός παραλογισμοί εἰσιν ὅταν ὁμοίως ὁτιοῦν ἀξιωθῇ τῷ πράγματι καὶ τῷ συμβεβηκότι ὑπάρχειν. ἐπεὶ γὰρ τῷ αὐτῷ πολλὰ συμβέβηκεν, οὐκ ἀνάγκη πᾶσι τοῖς κατηγορουμένοις καὶ καθʹ οὗ κατηγορεῖται ταὐτὰ πάντα ὑπάρχειν. οἷον εἰ ὁ Κορίσκος ἕτερον ἀνθρώπου, αὐτός αὑτοῦ ἕτερος. ἔστι γὰρ ἄνθρωπος. ἢ εἰ Σωκράτους ἕτερος, ὁ δὲ Σωκράτης ἄνθρωπος, ἕτερον ἀνθρώπου φασὶν ὡμολογηκέναι διὰ τό συμβεβηκέναι οὗ ἔφησεν ἕτερον εἶναι, τοῦτον εἶναι ἄνθρωπον.
Κεφάλαιον εʹ
Οἱ δὲ παρὰ τό ἁπλῶς τόδε ἢ πῇ λέγεσθαι καὶ μὴ κυρίως, ὅταν τό ἐν μέρει λεγόμενον ὡς ἁπλῶς εἰρημένον [167b] ληφθῇ, οἷον, εἰ τό μὴ ὄν ἐστι δοξαστόν, ὅτι τό μὴ ὂν ἔστιν. οὐ γὰρ ταὐτό τό εἶναί τέ τι καὶ εἶναι ἁπλῶς. ἢ πάλιν ὅτι τό ὂν οὐκ ἔστιν ὄν, εἰ τῶν ὄντων τι μὴ ἔστιν, οἷον εἰ μὴ ἄνθρωπος. οὐ γὰρ ταὐτό τό μὴ εἶναί τι καὶ ἁπλῶς μὴ εἶναι. φαίνεται δὲ διὰ τό πάρεγγυς τῆς λέξεως καὶ μικρόν διαφέρειν τό εἶναί τι τοῦ εἶναι, καὶ τό μὴ εἶναί τι τοῦ μὴ εἶναι. ὁμοίως δὲ καὶ τό παρὰ τό πῂ καὶ τό ἁπλῶς. οἷον ὁ Ἰνδός, ὅλος μέλας ὤν, λευκός ἐστι τοὺς ὀδόντας. λευκός ἄρα καὶ οὐ λευκός ἐστιν. ἢ εἰ ἄμφω πῄ, ὅτι ἅμα τὰ ἐναντία ὑπάρχει. τό δὲ τοιοῦτον ἐπʹ ἐνίων μὲν παντὶ θεωρῆσαι ῥᾴδιον, οἷον εἰ, λαβὼν τόν Αἰθίοπα εἶναι μέλανα, τοὺς ὀδόντας ἔροιτʹ εἰ λευκός. εἰ οὖν ταύτῃ λευκός, ὅτι μέλας καὶ οὐ μέλας οἴοιτʹ <ἂν> διειλέχθαι, συλλογιστικῶς τελειώσας τὴν ἐρώτησιν. ἐπʹ ἐνίων δὲ λανθάνει πολλάκις, ἐφʹ ὅσων, ὅταν πῂ λέγηται, κἂν τό ἁπλῶς δόξειεν ἀκολουθεῖν, καὶ ἐν ὅσοις μὴ ῥᾴδιον θεωρῆσαι πότερον αὐτῶν κυρίως ἀποδοτέον. γίνεται δὲ τό τοιοῦτον ἐν οἷς ὁμοίως ὑπάρχει τὰ ἀντικείμενα. δοκεῖ γὰρ ἢ ἄμφω ἢ μηδέτερον δοτέον ἁπλῶς εἶναι [κατηγορεῖν]. οἷον, εἰ τό μὲν ἥμισυ λευκόν τό δʹ ἥμισυ μέλαν, πότερον λευκόν ἢ μέλαν;
Οἱ δὲ παρὰ τό μὴ διωρίσθαι τί ἐστι συλλογισμός ἢ τί ἔλεγχος ἄλλως παρὰ τὴν ἔλλειψιν γίνονται τοῦ λόγου. ἔλεγχος μὲν γάρ ἐστιν ἀντίφασις τοῦ αὐτοῦ καὶ ἑνός, μὴ ὀνόματος ἀλλὰ πράγματος, καὶ ὀνόματος μὴ συνωνύμου ἀλλὰ τοῦ αὐτοῦ, ἐκ τῶν δοθέντων ἐξ ἀνάγκης (μὴ συναριθμουμένου τοῦ ἐν ἀρχῇ), κατὰ ταὐτό καὶ πρός ταὐτό καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ. τόν αὐτόν δὲ τρόπον καὶ τό ψεύσασθαι περί τινος. ἔνιοι δὲ ἀπολιπόντες τι τῶν λεχθέντων φαίνονται ἐλέγχειν, οἷον ὅτι ταὐτό διπλάσιον καὶ οὐ διπλάσιον. τὰ γὰρ δύο τοῦ μὲν ἑνός διπλάσια, τῶν δὲ τριῶν οὐ διπλάσια. ἢ εἰ τό αὐτό τοῦ αὐτοῦ διπλάσιον καὶ οὐ διπλάσιον, ἀλλʹ οὐ κατὰ ταὐτό. κατὰ μὲν γὰρ τό μῆκος διπλάσιον, κατὰ δὲ τό πλάτος οὐ διπλάσιον. ἢ εἰ τοῦ αὐτοῦ καὶ κατὰ ταὐτό καὶ ὡσαύτως, ἀλλʹ οὐχ ἅμα. διόπερ ἐστὶ φαινόμενος ἔλεγχος. ἕλκοι δʹ ἄν τις τοῦτον καὶ εἰς τοὺς παρὰ τὴν λέξιν.
Οἱ δὲ παρὰ τό τό ἐν ἀρχῇ λαμβάνειν γίνονται μὲν οὕτως καὶ τοσαυταχῶς ὁσαχῶς ἐνδέχεται τό ἐξ ἀρχῆς αἰτεῖσθαι, φαίνονται δʹ ἐλέγχειν διὰ τό μὴ δύνασθαι συνορᾶν τό ταὐτόν καὶ τό ἕτερον.
[168a] Ὁ δὲ παρὰ τό ἑπόμενον ἔλεγχος διὰ τό οἴεσθαι ἀντιστρέφειν τὴν ἀκολούθησιν. ὅταν γὰρ τοῦδε ὄντος ἐξ ἀνάγκης τόδε ἦ, καὶ τοῦδε ὄντος οἴονται καὶ θάτερον εἶναι ἐξ ἀνάγκης. ὅθεν καὶ αἱ περὶ τὴν δόξαν ἐκ τῆς αἰσθήσεως ἀπάται γίνονται. πολλάκις γὰρ τὴν χολὴν μέλι ὑπέλαβον διὰ τό ἕπεσθαι τό ξανθόν χρῶμα τῷ μέλιτι. καὶ ἐπεὶ συμβαίνει τὴν γῆν ὕσαντος γίνεσθαι διάβροχον, κἂν ἦ διάβροχος, ὑπολαμβάνομεν ὗσαι. τό δʹ οὐκ ἀναγκαῖον. ἔν τε τοῖς ῥητορικοῖς αἱ κατὰ τό σημεῖον ἀποδείξεις ἐκ τῶν ἑπομένων εἰσίν. βουλόμενοι γὰρ δεῖξαι ὅτι μοιχός, τό ἑπόμενον ἔλαβον, ὅτι καλλωπιστὴς ἢ ὅτι νύκτωρ ὁρᾶται πλανώμενος. πολλοῖς δὲ ταῦτα μὲν ὑπάρχει, τό δὲ κατηγορούμενον οὐχ ὑπάρχει. ὁμοίως δὲ καὶ ἐν τοῖς συλλογιστικοῖς, οἷον ὁ Μελίσσου λόγος ὅτι ἄπειρον τό ἅπαν, λαβὼν τό μὲν ἅπαν ἀγένητον (ἐκ γὰρ μὴ ὄντος οὐδὲν ἂν γενέσθαι), τό δὲ γενόμενον ἐξ ἀρχῆς γενέσθαι. εἰ μὴ οὖν γέγονεν, ἀρχὴν οὐκ ἔχειν τό πᾶν, ὥστʹ ἄπειρον. οὐκ ἀνάγκη δὲ τοῦτο συμβαίνειν. οὐ γὰρ εἰ τό γενόμενον ἅπαν ἀρχὴν ἔχει, καὶ εἴ τι ἀρχὴν ἔχει, γέγονεν, ὥσπερ οὐδʹ εἰ ὁ πυρέττων θερμός, καὶ τόν θερμόν ἀνάγκη πυρέττειν.
Ὁ δὲ παρὰ τό <τό> μὴ αἴτιον ὡς αἴτιον, ὅταν προσληφθῇ τό ἀναίτιον ὡς παρʹ ἐκεῖνο γινομένου τοῦ ἐλέγχου. συμβαίνει δὲ τό τοιοῦτον ἐν τοῖς εἰς τό ἀδύνατον συλλογισμοῖς. ἐν τούτοις γὰρ ἀναγκαῖον ἀναιρεῖν τι τῶν κειμένων. ἐὰν οὖν ἐγκαταριθμηθῇ <τι> ἐν τοῖς ἀναγκαίοις ἐρωτήμασι πρός τό συμβαῖνον ἀδύνατον, δόξει παρὰ τοῦτο γίνεσθαι πολλάκις ὁ ἔλεγχος, οἷον ὅτι οὐκ ἔστι ψυχὴ καὶ ζωὴ ταὐτόν. εἰ γὰρ φθορᾷ γένεσις ἐναντίον, καὶ τῇ τινὶ φθορᾷ ἔσται τὶς γένεσις. ὁ δὲ θάνατος φθορά τις καὶ ἐναντίον ζωῇ, ὥστε γένεσις ἡ ζωὴ καὶ τό ζῆν γίνεσθαι. τοῦτο δʹ ἀδύνατον. οὐκ ἄρα ταὐτόν ἡ ψυχὴ καὶ ἡ ζωή. οὐ δὴ συλλελόγισται. συμβαίνει γάρ, κἂν μή τις ταὐτό φῇ τὴν ζωὴν τῇ ψυχῇ, τό ἀδύνατον, ἀλλὰ μόνον ἐναντίον ζωὴν μὲν θανάτῳ, ὄντι φθορᾷ, φθορᾷ δὲ γένεσιν. ἀσυλλόγιστοι μὲν οὖν ἁπλῶς οὐκ εἰσὶν οἱ τοιοῦτοι λόγοι, πρός δὲ τό προκείμενον ἀσυλλόγιστοι. καὶ λανθάνει πολλάκις οὐχ ἧττον αὐτοὺς τοὺς ἐρωτῶντας τό τοιοῦτον.
Οἱ μὲν οὖν παρὰ τό ἑπόμενον καὶ παρὰ τό μὴ αἴτιον λόγοι τοιοῦτοί εἰσιν. οἱ δὲ παρὰ τό τὰ δύο ἐρωτήματα ἓν ποιεῖν, ὅταν λανθάνῃ πλείω ὄντα καὶ ὡς ἑνός ὄντος ἀποδοθῇ [168b] πἀπόκρισις μία. ἐπʹ ἐνίων μὲν οὖν ῥᾴδιον ἰδεῖν ὅτι πλείω καὶ ὅτι οὐ δοτέον μίαν ἀπόκρισιν, οἷον πότερον ἡ γῆ θάλαττά ἐστιν ἢ ὁ οὐρανός; ἐπʹ ἐνίων δʹ ἧττον, καὶ ὡς ἑνός ὄντος ἢ ὁμολογοῦσι τῷ μὴ ἀποκρίνεσθαι τό ἐρωτώμενον ἢ ἐλέγχεσθαι φαίνονται. οἷον ἆρʹ οὗτος καὶ οὗτός ἐστιν ἄνθρωπος; ὥστʹ ἄν τις τύπτῃ τοῦτον καὶ τοῦτον, ἄνθρωπον ἀλλʹ οὐκ ἀνθρώπους τυπτήσει. ἢ πάλιν, ὧν τὰ μέν ἐστιν ἀγαθὰ τὰ δʹ οὐκ ἀγαθά, πάντα ἀγαθὰ ἢ οὐκ ἀγαθά ὁπότερον γὰρ ἂν φῇ, ἔστι μὲν ὡς ἔλεγχον ἢ ψεῦδος φαινόμενον δόξειεν ἂν ποιεῖν. τό γὰρ φάναι τῶν μὴ ἀγαθῶν τι εἶναι ἀγαθόν ἢ τῶν ἀγαθῶν μὴ ἀγαθόν ψεῦδος. ὁτὲ δὲ προσληφθέντων τινῶν κἂν ἔλεγχος γίνοιτο ἀληθινός, οἷον εἴ τις δοίη ὁμοίως ἓν καὶ πολλὰ λέγεσθαι λευκὰ καὶ γυμνὰ καὶ τυφλά. εἰ γὰρ τυφλόν τό μὴ ἔχον ὄψιν πεφυκός δʹ ἔχειν, καὶ τυφλὰ ἔσται τὰ μὴ ἔχοντα ὄψιν πεφυκότα δʹ ἔχειν. ὅταν οὖν τό μὲν ἔχῃ τό δὲ μὴ ἔχῃ, τὰ ἄμφω ἔσται ἢ ὁρῶντα ἢ τυφλά. ὅπερ ἀδύνατον.
Κεφάλαιον ςʹ
Ἢ δὴ οὕτως διαιρετέον τοὺς φαινομένους συλλογισμοὺς καὶ ἐλέγχους, ἢ πάντας ἀνακτέον εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν, ἀρχὴν ταύτην ποιησαμένους. ἔστι γὰρ ἅπαντας ἀναλῦσαι τοὺς λεχθέντας τρόπους εἰς τόν τοῦ ἐλέγχου διορισμόν. πρῶτον μὲν εἰ ἀσυλλόγιστοι. δεῖ γὰρ ἐκ τῶν κειμένων συμβαίνειν τό συμπέρασμα ὥστε λέγειν ἐξ ἀνάγκης ἀλλὰ μὴ φαίνεσθαι. ἔπειτα καὶ κατὰ τὰ μέρη τοῦ διορισμοῦ. τῶν
μὲν γὰρ ἐν τῇ λέξει οἱ μέν εἰσι παρὰ τό διττόν, οἷον ἥ τε ὁμωνυμία καὶ ὁ λόγος καὶ ἡ ὁμοιοσχημοσύνη (σύνηθες γὰρ τό πάντα ὡς τόδε τι σημαίνειν), ἡ δὲ σύνθεσις καὶ διαίρεσις καὶ προσῳδία τῷ μὴ τόν αὐτόν εἶναι τόν λόγον ἢ τό ὄνομα τό διαφέρον. ἔδει δὲ καὶ τοῦτο, καθάπερ καὶ τό πρᾶγμα ταὐτόν, εἰ μέλλει ἔλεγχος ἢ συλλογισμός ἔσεσθαι, οἷον εἰ λώπιον, μὴ ἱμάτιον συλλογίσασθαι ἀλλὰ λώπιον. ἀληθὲς μὲν γὰρ κἀκεῖνο, ἀλλʹ οὐ συλλελόγισται, ἀλλʹ ἔτι ἐρωτήματος δεῖ εἰ ταὐτόν σημαίνει, πρός τόν ζητοῦντα τό διὰ τί.
Οἱ δὲ παρὰ τό συμβεβηκός ὁρισθέντος τοῦ συλλογισμοῦ φανεροὶ γίνονται. τόν αὐτόν γὰρ ὁρισμόν δεῖ καὶ τοῦ ἐλέγχου γίνεσθαι, πλὴν προσκεῖσθαι τὴν ἀντίφασιν. ὁ γὰρ ἔλεγχος συλλογισμός ἀντιφάσεως. εἰ οὖν μὴ ἔστι συλλογισμός τοῦ συμβεβηκότος, οὐ γίνεται ἔλεγχος. οὐ γὰρ εἰ τούτων ὄντων ἀνάγκη τόδʹ εἶναι (τοῦτο δʹ ἐστὶ λευκόν), ἀνάγκη λευκόν εἶναι διὰ τόν συλλογισμόν. οὐδʹ εἰ τό τρίγωνον [169a] δυοῖν ὀρθαῖν ἴσας ἔχει, συμβέβηκε δʹ αὐτῷ σχήματι εἶναι ἢ πρώτῳ ἢ ἀρχῇ, ὅτι σχῆμα ἢ ἀρχὴ ἢ πρῶτον τοῦτό ἐστιν. οὐ γὰρ ἧ σχῆμα οὐδʹ ἧ πρῶτον ἀλλʹ ἧ τρίγωνον ἡ ἀπόδειξις. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. ὥστʹ εἰ ὁ ἔλεγχος συλλογισμός τις, οὐκ ἂν εἴη ὁ κατὰ συμβεβηκός ἔλεγχος. ἀλλὰ παρὰ τοῦτο καὶ οἱ τεχνῖται καὶ ὅλως οἱ ἐπιστήμονες ὑπό τῶν ἀνεπιστημόνων ἐλέγχονται. κατὰ συμβεβηκός γὰρ ποιοῦνται τοὺς συλλογισμοὺς πρός τοὺς εἰδότας. οἱ δʹ οὐ δυνάμενοι διαιρεῖν ἢ ἐρωτώμενοι διδόασιν ἢ οὐ δόντες οἴονται δεδωκέναι.
Οἱ δὲ παρὰ τό πῂ καὶ ἁπλῶς, ὅτι οὐ τοῦ αὐτοῦ ἡ κατάφασις καὶ ἡ ἀπόφασις. τοῦ γὰρ πῂ λευκοῦ τό πῂ οὐ λευκόν, τοῦ δʹ ἁπλῶς λευκοῦ τό ἁπλῶς οὐ λευκόν ἀπόφασις. εἰ οὖν δόντος πῂ εἶναι λευκόν ὡς ἁπλῶς εἰρημένου λαμβάνει, οὐ ποιεῖ ἔλεγχον, φαίνεται δὲ διὰ τὴν ἄγνοιαν τοῦ τί ἐστιν ἔλεγχος.
Φανερώτατοι δὲ πάντων οἱ πρότερον λεχθέντες παρὰ τόν τοῦ ἐλέγχου διορισμόν. διό καὶ προσηγορεύθησαν οὕτως. παρὰ γὰρ τοῦ λόγου τὴν ἔλλειψιν ἡ φαντασία γίνεται, καὶ διαιρουμένοις οὕτως κοινόν ἐπὶ πᾶσι τούτοις θετέον τὴν τοῦ λόγου ἔλλειψιν.
Οἱ δὲ παρὰ τό λαμβάνειν τό ἐν ἀρχῇ καὶ τό ἀναίτιον ὡς αἴτιον τιθέναι δῆλοι διὰ τοῦ ὁρισμοῦ. δεῖ γὰρ τό συμπέρασμα τῷ ταῦτʹ εἶναι συμβαίνειν, ὅπερ οὐκ ἦν ἐν τοῖς ἀναιτίοις. καὶ πάλιν μὴ ἐναριθμουμένου τοῦ ἐξ ἀρχῆς, ὅπερ οὐκ ἔχουσιν οἱ παρὰ τὴν αἴτησιν τοῦ ἐν ἀρχῇ.
Οἱ δὲ παρὰ τό ἑπόμενον μέρος εἰσὶ τοῦ συμβεβηκότος. τό γὰρ ἑπόμενον συμβέβηκε. διαφέρει δὲ τοῦ συμβεβηκότος, ὅτι τό μὲν συμβεβηκός ἔστιν ἐφʹ ἑνός μόνου λαβεῖν, οἷον ταὐτό εἶναι τό ξανθόν καὶ μέλι, καὶ τό λευκόν καὶ κύκνον, τό δὲ παρὰ τό ἑπόμενον ἀεὶ ἐν πλείοσιν. τὰ γὰρ ἑνὶ καὶ ταὐτῷ ταὐτὰ καὶ ἀλλήλοις ἀξιοῦμεν εἶναι ταὐτά. διό γίνεται παρὰ τό ἑπόμενον ἔλεγχος. ἔστι δʹ οὐ πάντως ἀληθές, οἷον ἂν ἦ κατὰ συμβεβηκός. καὶ γὰρ ἡ χιὼν καὶ ὁ κύκνος τῷ λευκῷ ταὐτόν. ἢ πάλιν, ὡς ἐν τῷ Μελίσσου λόγῳ, τό αὐτό εἶναι λαμβάνει τό γεγονέναι καὶ ἀρχὴν ἔχειν, ἢ τό ἴσοις γίνεσθαι καὶ ταὐτό μέγεθος λαμβάνειν. ὅτι γὰρ τό γεγονός ἔχει ἀρχήν, καὶ τό ἔχον ἀρχὴν γεγονέναι ἀξιοῖ, ὡς ἄμφω ταὐτὰ ὄντα τῷ ἀρχὴν ἔχειν, τό τε γεγονός καὶ τό πεπερασμένον. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἴσων γινομένων, [169b] εἰ τὰ τό αὐτό μέγεθος καὶ ἓν λαμβάνοντα ἴσα γίνεται, καὶ τὰ ἴσα γινόμενα ἓν μέγεθος λαμβάνειν. ὥστε τό ἑπόμενον λαμβάνει. ἐπεὶ οὖν ὁ παρὰ τό συμβεβηκός ἔλεγχος ἐν τῇ ἀγνοίᾳ τοῦ ἐλέγχου, φανερόν ὅτι καὶ ὁ παρὰ τό ἑπόμενον. ἐπισκεπτέον δὲ τοῦτο καὶ ἄλλως.
Οἱ δὲ παρὰ τό τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν ἐν τῷ μὴ διαρθροῦν ἡμᾶς τόν τῆς προτάσεως λόγον. ἡ γὰρ πρότασίς ἐστιν ἓν καθʹ ἑνός. ὁ γὰρ αὐτός ὅρος ἑνός μόνου καὶ ἁπλῶς τοῦ πράγματος, οἷον ἀνθρώπου καὶ ἑνός μόνου ἀνθρώπου. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. εἰ οὖν μία πρότασις ἡ ἓν καθʹ ἑνός ἀξιοῦσα, καὶ ἁπλῶς ἔσται πρότασις ἡ τοιαύτη ἐρώτησις. ἐπεὶ δʹ ὁ συλλογισμός ἐκ προτάσεων, ὁ δʹ ἔλεγχος συλλογισμός, καὶ ὁ ἔλεγχος ἔσται ἐκ προτάσεων. εἰ οὖν ἡ πρότασις ἓν καθʹ ἑνός, φανερόν ὅτι καὶ οὗτος ἐν τῇ τοῦ ἐλέγχου ἀγνοίᾳ. φαίνεται γὰρ εἶναι πρότασις ἡ οὐκ οὖσα πρότασις. εἰ μὲν οὖν δέδωκεν ἀπόκρισιν ὡς πρός μίαν ἐρώτησιν, ἔσται ἔλεγχος. εἰ δὲ μὴ δέδωκεν ἀλλὰ φαίνεται, φαινόμενος ἔλεγχος. ὥστε πάντες οἱ τόποι πίπτουσιν εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν, οἱ μὲν οὖν παρὰ τὴν λέξιν, ὅτι φαινομένη <ἡ> ἀντίφασις, ὅπερ ἦν ἴδιον τοῦ ἐλέγχου, οἱ δʹ ἄλλοι παρὰ τόν τοῦ συλλογισμοῦ ὅρον.
Κεφάλαιον ζʹ
Ἡ δʹ ἀπάτη γίνεται τῶν μὲν παρὰ τὴν ὁμωνυμίαν καὶ τόν λόγον τῷ μὴ δύνασθαι διαιρεῖν τό πολλαχῶς λεγόμενον (ἔνια γὰρ οὐκ εὔπορον διελεῖν, οἷον τό ἓν καὶ τό ὂν καὶ τό ταὐτόν), τῶν δὲ παρὰ σύνθεσιν καὶ διαίρεσιν τῷ μηδὲν οἴεσθαι διαφέρειν συντιθέμενον ἢ διαιρούμενον τόν λόγον, καθάπερ ἐπὶ τῶν πλείστων. ὁμοίως δὲ καὶ τῶν παρὰ τὴν προσῳδίαν. οὐ γὰρ ἄλλο δοκεῖ σημαίνειν ἀνιέμενος καὶ ἐπιτεινόμενος ὁ λόγος, ἐπʹ οὐδενός ἢ οὐκ ἐπὶ πολλῶν. τῶν δὲ παρὰ τό σχῆμα διὰ τὴν ὁμοιότητα τῆς λέξεως. χαλεπόν γὰρ διελεῖν ποῖα ὡσαύτως καὶ ποῖα ὡς ἑτέρως λέγεται (σχεδόν γὰρ ὁ τοῦτο δυνάμενος ποιεῖν ἐγγύς ἐστι τοῦ θεωρεῖν τἀληθές, μάλιστα δʹ ἐπίσταται συνεπινεύειν), ὅτι πᾶν τό κατηγορούμενόν τινος ὑπολαμβάνομεν τόδε τι, καὶ ὡς ἓν ὑπακούομεν. τῷ γὰρ ἑνὶ καὶ τῇ οὐσίᾳ μάλιστα δοκεῖ παρέπεσθαι τό τόδε τι καὶ τό ὄν. διό καὶ τῶν παρὰ τὴν λέξιν οὗτος ὁ τρόπος θετέος, πρῶτον μὲν ὅτι μᾶλλον ἡ ἀπάτη γίνεται μετʹ ἄλλων σκοπουμένοις ἢ καθʹ αὑτούς (ἡ μὲν γὰρ μετʹ ἄλλου σκέψις διὰ λόγων, ἡ δὲ καθʹ αὑτόν οὐχ ἧττον διʹ αὐτοῦ τοῦ πράγματος). εἶτα καὶ καθʹ αὑτόν ἀπατᾶσθαι συμβαίνει, [170a] ὅταν ἐπὶ τοῦ λόγου ποιῆται τὴν σκέψιν. ἔτι ἡ μὲν ἀπάτη ἐκ τῆς ὁμοιότητος, ἡ δʹ ὁμοιότης ἐκ τῆς λέξεως. τῶν δὲ παρὰ τό συμβεβηκός διὰ τό μὴ δύνασθαι διακρίνειν τό ταὐτόν καὶ τό ἕτερον, καὶ ἓν καὶ πολλά, μηδὲ τοῖς ποίοις τῶν κατηγορημάτων πάντα ταὐτὰ καὶ τῷ πράγματι συμβέβηκεν. ὁμοίως δὲ καὶ τῶν παρὰ τό ἑπόμενον. μέρος γάρ τι τοῦ συμβεβηκότος τό ἑπόμενον. ἔτι καὶ ἐπὶ πολλῶν φαίνεται καὶ ἀξιοῦται οὕτως, εἰ τόδε ἀπό τοῦδε μὴ χωρίζεται, μηδʹ ἀπό θατέρου χωρίζεσθαι θάτερον. τῶν δὲ παρὰ τὴν ἔλλειψιν τοῦ λόγου καὶ τῶν παρὰ τό πῂ καὶ ἁπλῶς ἐν τῷ παρὰ μικρόν ἡ ἀπάτη. ὡς γὰρ οὐδὲν προσσημαῖνον τό τὶ ἢ πῂ ἢ τό πὼς ἢ τό νῦν καθόλου συγχωροῦμεν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν τό ἐν ἀρχῇ λαμβανόντων καὶ τῶν ἀναιτίων καὶ ὅσοι τὰ πλείω ἐρωτήματα ὡς ἓν ποιοῦσιν. ἐν ἅπασι γὰρ ἡ ἀπάτη διὰ τό παρὰ μικρόν. οὐ γὰρ διακριβοῦμεν οὔτε τῆς προτάσεως οὔτε τοῦ συλλογισμοῦ τόν ὅρον διὰ τὴν εἰρημένην αἰτίαν.
Κεφάλαιον ηʹ
Ἐπεὶ δʹ ἔχομεν παρʹ ὁπόσα γίνονται οἱ φαινόμενοι συλλογισμοί, ἔχομεν καὶ παρʹ ὁπόσα οἱ σοφιστικοὶ γένοιντʹ ἂν συλλογισμοὶ καὶ ἔλεγχοι. λέγω δὲ σοφιστικόν ἔλεγχον καὶ συλλογισμόν οὐ μόνον τόν φαινόμενον συλλογισμόν ἢ ἔλεγχον μὴ ὄντα δέ, ἀλλὰ καὶ τόν ὄντα μὲν φαινόμενον δὲ οἰκεῖον τοῦ πράγματος. εἰσὶ δʹ οὗτοι οἱ μὴ κατὰ τό πρᾶγμα ἐλέγχοντες καὶ δεικνύντες ἀγνοοῦντας, ὅπερ ἦν τῆς πειραστικῆς. ἔστι δʹ ἡ πειραστικὴ μέρος τῆς διαλεκτικῆς. αὕτη δὲ δύναται συλλογίζεσθαι ψεῦδος διʹ ἄγνοιαν τοῦ διδόντος τόν λόγον. οἱ δὲ σοφιστικοὶ ἔλεγχοι, ἂν καὶ συλλογίζωνται τὴν ἀντίφασιν, οὐ ποιοῦσι δῆλον εἰ ἀγνοεῖ. καὶ γὰρ τόν εἰδότα ἐμποδίζουσι τούτοις τοῖς λόγοις.
Ὅτι δʹ ἔχομεν αὐτοὺς τῇ αὐτῇ μεθόδῳ, δῆλον. παρʹ ὅσα γὰρ φαίνεται τοῖς ἀκούουσιν ὡς ἠρωτημένα συλλελογίσθαι, παρὰ τοσαῦτα κἂν τῷ ἀποκρινομένῳ δόξειεν, ὥστʹ ἔσονται συλλογισμοὶ ψευδεῖς διὰ τούτων ἢ πάντων ἢ ἐνίων. ὃ γὰρ μὴ ἐρωτηθεὶς οἴεται δεδωκέναι, κἂν ἐρωτηθεὶς θείη. πλὴν ἐπί γέ τινων ἅμα συμβαίνει προσερωτᾶν τό ἐνδεὲς καὶ τό ψεῦδος ἐμφανίζειν, οἷον ἐν τοῖς παρὰ τὴν λέξιν καὶ τόν σολοικισμόν. εἰ οὖν οἱ παραλογισμοὶ τῆς ἀντιφάσεως παρὰ τόν φαινόμενον ἔλεγχόν εἰσι, δῆλον ὅτι παρὰ τοσαῦτα ἂν καὶ τῶν ψευδῶν εἴησαν συλλογισμοὶ παρʹ ὅσα καὶ ὁ φαινόμενος ἔλεγχος. ὁ δὲ φαινόμενος παρὰ τὰ μόρια τοῦ ἀληθινοῦ. [170b] ἑκάστου γὰρ ἐκλείποντος φανείη ἂν ἔλεγχος, οἷον ὁ παρὰ τό μὴ συμβαῖνον διὰ τόν λόγον (ὁ εἰς τό ἀδύνατον), καὶ ὁ τὰς δύο ἐρωτήσεις μίαν ποιῶν παρὰ τὴν πρότασιν, καὶ ἀντὶ τοῦ καθʹ αὑτό ὁ παρὰ τό συμβεβηκός, καὶ τό τούτου μόριον, ὁ παρὰ τό ἑπόμενον. ἔτι τό μὴ ἐπὶ τοῦ πράγματος ἀλλʹ ἐπὶ τοῦ λόγου συμβαίνειν. εἶτʹ, ἀντὶ τοῦ καθόλου τὴν ἀντίφασιν καὶ κατὰ ταὐτό καὶ πρός ταὐτό καὶ ὡσαύτως, παρὰ τό ἐπί τι, ἢ παρʹ ἕκαστον τούτων. ἔτι παρὰ τό μὴ ἐναριθμουμένου τοῦ ἐν ἀρχῇ <τό> τό ἐν ἀρχῇ λαμβάνειν. ὥστʹ ἔχοιμεν ἂν παρʹ ὅσα γίνονται οἱ παραλογισμοί. παρὰ πλείω μὲν γὰρ οὐκ ἂν εἶεν, παρὰ δὲ τὰ εἰρημένα ἔσονται πάντες.
Ἔστι δʹ ὁ σοφιστικός ἔλεγχος οὐχ ἁπλῶς ἔλεγχος ἀλλὰ πρός τινα. καὶ ὁ συλλογισμός ὡσαύτως. ἂν μὲν γὰρ μὴ λάβῃ ὅ τε παρὰ τό ὁμώνυμον ἓν σημαίνειν καὶ ὁ παρὰ τὴν ὁμοιοσχημοσύνην τό μόνον τόδε, καὶ οἱ ἄλλοι ὡσαύτως, οὔτʹ ἔλεγχοι οὔτε συλλογισμοὶ ἔσονται, οὔθʹ ἁπλῶς οὔτε πρός τόν ἐρωτώμενον. ἐὰν δὲ λάβωσι, πρός μὲν τόν ἐρωτώμενον ἔσονται, ἁπλῶς δʹ οὐκ ἔσονται. οὐ γὰρ ἓν σημαῖνον εἰλήφασιν ἀλλὰ φαινόμενον, καὶ παρὰ τοῦδε.
Κεφάλαιον θʹ
Παρὰ πόσα δʹ ἐλέγχονται οἱ ἐλεγχόμενοι, οὐ δεῖ πειρᾶσθαι λαμβάνειν ἄνευ τῆς τῶν ὄντων ἐπιστήμης ἁπάντων. τοῦτο δʹ οὐ μιᾶς ἔστι τέχνης. ἄπειροι γὰρ ἴσως αἱ ἐπιστῆμαι, ὥστε δῆλον ὅτι καὶ αἱ ἀποδείξεις. ἔλεγχοι δʹ εἰσὶ καὶ ἀληθεῖς. ὅσα γὰρ ἔστιν ἀποδεῖξαι, ἔστι καὶ ἐλέγξαι τόν θέμενον τὴν ἀντίφασιν τοῦ ἀληθοῦς. οἷον εἰ σύμμετρον τὴν διάμετρον ἔθηκεν, ἐλέγξειεν ἄν τις τῇ ἀποδείξει ὅτι ἀσύμμετρος. ὥστε πάντων δεήσει ἐπιστήμονας εἶναι. οἱ μὲν γὰρ ἔσονται παρὰ τὰς ἐν γεωμετρίᾳ ἀρχὰς καὶ τὰ τούτων συμπεράσματα, οἱ δὲ παρὰ τὰς ἐν ἰατρικῇ, οἱ δὲ παρὰ τὰς τῶν ἄλλων ἐπιστημῶν. ἀλλὰ μὴν καὶ οἱ ψευδεῖς ἔλεγχοι ὁμοίως ἂν εἶεν ἐν ἀπείροις. καθʹ ἑκάστην γὰρ τέχνην ἔστι ψευδὴς συλλογισμός, οἷον κατὰ γεωμετρίαν ὁ γεωμετρικός καὶ κατὰ ἰατρικὴν ὁ ἰατρικός. λέγω δὲ τό κατὰ τὴν τέχνην τό κατὰ τὰς ἐκείνης ἀρχάς. δῆλον οὖν ὅτι οὐ πάντων τῶν ἐλέγχων ἀλλὰ τῶν παρὰ τὴν διαλεκτικὴν ληπτέον τοὺς τόπους. οὗτοι γὰρ κοινοὶ πρός ἅπασαν τέχνην καὶ δύναμιν. καὶ τόν μὲν καθʹ ἑκάστην ἐπιστήμην ἔλεγχον τοῦ ἐπιστήμονός ἐστι θεωρεῖν, εἴ τε μὴ ὢν φαίνεται, εἴ τʹ ἔστι, διὰ τί ἔστι. τόν δʹ ἐκ τῶν κοινῶν καὶ ὑπό μηδεμίαν τέχνην τῶν διαλεκτικῶν. εἰ γὰρ ἔχομεν ἐξ ὧν οἱ ἔνδοξοι συλλογισμοὶ περὶ ὁτιοῦν, ἔχομεν [171a] ἐξ ὧν οἱ ἔλεγχοι. ὁ γὰρ ἔλεγχός ἐστιν ἀντιφάσεως συλλογισμός, ὥστʹ ἢ εἷς ἢ δύο συλλογισμοὶ ἀντιφάσεως ἔλεγχός ἐστιν. ἔχομεν ἄρα παρʹ ὁπόσα πάντες εἰσὶν οἱ τοιοῦτοι. εἰ δὲ τοῦτʹ ἔχομεν, καὶ τὰς λύσεις ἔχομεν. αἱ γὰρ τούτων ἐνστάσεις λύσεις εἰσίν. ἔχομεν δέ, παρʹ ὁπόσα γίνονται, καὶ τοὺς φαινομένους, φαινομένους δὲ οὐχ ὁτῳοῦν ἀλλὰ τοῖς τοιοῖσδε. ἀόριστα γάρ ἐστιν ἐάν τις σκοπῇ παρʹ ὁπόσα φαίνονται τοῖς τυχοῦσιν. ὥστε φανερόν ὅτι τοῦ διαλεκτικοῦ ἐστι τό δύνασθαι λαβεῖν παρʹ ὅσα γίνεται διὰ τῶν κοινῶν ἢ ὢν ἔλεγχος ἢ φαινόμενος ἔλεγχος, καὶ ἢ διαλεκτικός ἢ φαινόμενος διαλεκτικός ἢ πειραστικός.
Κεφάλαιον ιʹ
Οὐκ ἔστι δὲ διαφορὰ τῶν λόγων ἣν λέγουσί τινες, τό εἶναι τοὺς μὲν πρός τοὔνομα λόγους, ἑτέρους δὲ πρός τὴν διάνοιαν. ἄτοπον γὰρ τό ὑπολαμβάνειν ἄλλους μὲν εἶναι πρός τοὔνομα λόγους, ἑτέρους δὲ πρός τὴν διάνοιαν, ἀλλʹ οὐ τοὺς αὐτούς. τί γάρ ἐστι τό μὴ πρός τὴν διάνοιαν ἀλλʹ ἢ ὅταν μὴ χρῆται τῷ ὀνόματι ἐφʹ ᾧ οἰόμενος ἐρωτᾶσθαι ὁ ἐρωτώμενος ἔδωκεν; τό δʹ αὐτό τοῦτό ἐστι καὶ πρός τοὔνομα. τό δὲ πρός τὴν διάνοιαν, ὅταν ἐφʹ ᾧ ἔδωκεν διανοηθείς. εἰ δή τινες πλείω σημαίνοντος τοῦ ὀνόματος οἴοιντο ἓν σημαίνειν καὶ ὁ ἐρωτῶν καὶ ὁ ἐρωτώμενος (οἷον ἴσως τό ὂν ἢ τό ἓν πολλὰ σημαίνει, ἀλλὰ καὶ ὁ ἀποκρινόμενος καὶ ὁ ἐρωτῶν [Ζήνων] ἓν οἰόμενοι εἶναι εἰρήκασι, καὶ ἔστιν ὁ λόγος ὅτι ἓν πάντα), <ἆρʹ> οὗτος πρός τοὔνομα ἔσται ἢ πρός τὴν διάνοιαν τοῦ ἐρωτωμένου διειλεγμένος; εἰ δέ γέ τις πολλὰ οἴεται σημαίνειν, δῆλον ὅτι οὐ πρός τὴν διάνοιαν. πρῶτον μὲν γὰρ περὶ τοὺς τοιούτους ἐστὶ λόγους τό πρός τοὔνομα καὶ πρός τὴν διάνοιαν ὅσοι πλείω σημαίνουσιν, εἶτα περὶ ὁντινοῦν ἐστιν. οὐ γὰρ ἐν τῷ λόγῳ ἐστὶ τό πρός τὴν διάνοιαν εἶναι, ἀλλʹ ἐν τῷ τόν ἀποκρινόμενον ἔχειν πως πρός τὰ δεδομένα. εἶτα πρός τοὔνομα πάντας ἐνδέχεται αὐτοὺς εἶναι. τό γὰρ πρός τοὔνομα τό μὴ πρός τὴν διάνοιαν εἶναί ἐστιν ἐνταῦθα. εἰ γὰρ μὴ πάντες, ἔσονταί τινες ἕτεροι οὔτε πρός τοὔνομα οὔτε πρός τὴν διάνοιαν. οἱ δέ φασι πάντας, καὶ διαιροῦνται ἢ πρός τοὔνομα ἢ πρός τὴν διάνοιαν εἶναι πάντας, ἄλλους δʹ οὔ. ἀλλὰ μὴν ὅσοι συλλογισμοί εἰσι παρὰ τό πλεοναχῶς, τούτων εἰσί τινες οἱ παρὰ τοὔνομα. ἀτόπως μὲν γὰρ καὶ εἴρηται τό παρὰ τοὔνομα φάναι πάντας τοὺς παρὰ τὴν λέξιν. ἀλλʹ οὖν εἰσί τινες παραλογισμοὶ οὐ τῷ τόν ἀποκρινόμενον πρός τούτους ἔχειν πως, ἀλλὰ τῷ τοιονδὶ ἐρώτημα τόν λόγον αὐτόν ἔχειν ὃ πλείω σημαίνει.
[171b] Ὅλως τε ἄτοπον τό περὶ ἐλέγχου διαλέγεσθαι ἀλλὰ μὴ πρότερον περὶ συλλογισμοῦ. ὁ γὰρ ἔλεγχος συλλογισμός ἐστιν, ὥστε χρὴ καὶ περὶ συλλογισμοῦ πρότερον ἢ περὶ ψευδοῦς ἐλέγχου. ἔστι γὰρ ὁ τοιοῦτος ἔλεγχος φαινόμενος συλλογισμός ἀντιφάσεως. διό ἢ ἐν τῷ συλλογισμῷ ἔσται τό αἴτιον ἢ ἐν τῇ ἀντιφάσει (προσκεῖσθαι γὰρ δεῖ τὴν ἀντίφασιν), ὁτὲ δʹ ἐν ἀμφοῖν, ἂν ἦ φαινόμενος ἔλεγχος. ἔστι δὲ ὁ μὲν τοῦ σιγῶντα λέγειν ἐν τῇ ἀντιφάσει, οὐκ ἐν τῷ συλλογισμῷ, ὁ δὲ ἃ μὴ ἔχοι τις, δοίη ἄν ἐν ἀμφοῖν, ὁ δὲ ὅτι ἡ Ὁμήρου ποίησις σχῆμα διὰ τοῦ κύκλος ἐν τῷ συλλογισμῷ. ὁ δʹ ἐν μηδετέρῳ ἀληθὴς συλλογισμός.
Ἀλλὰ δή, ὅθεν ὁ λόγος ἦλθε, πότερον οἱ ἐν τοῖς μαθήμασι λόγοι πρός τὴν διάνοιάν εἰσιν ἢ οὔ καὶ εἴ τινι δοκεῖ πολλὰ σημαίνειν τό τρίγωνον, καὶ ἔδωκε μὴ ὡς τοῦτο τό σχῆμα ἐφʹ οὗ συνεπεράνατο ὅτι δύο ὀρθαί, πότερον πρός τὴν διάνοιαν οὗτος διείλεκται τὴν ἐκείνου ἢ οὔ;
Ἔτι εἰ πολλὰ μὲν σημαίνει τοὔνομα, ὁ δὲ μὴ νοεῖ μηδʹ οἴεται, πῶς οὗτος οὐ πρός τὴν διάνοιαν διείλεκται; ἢ πῶς δεῖ ἐρωτᾶν πλὴν διδόντα διαίρεσιν, εἴ τʹ ἐρωτήσειέ τις εἰ ἔστι σιγῶντα λέγειν ἢ οὔ, ἢ ἔστι μὲν ὡς οὔ, ἔστι δʹ ὡς ναί, εἰ δή τις δοίη μηδαμῶς, ὁ δὲ διαλεχθείη, ἆρʹ οὐ πρός τὴν διάνοιαν διείλεκται; καίτοι ὁ λόγος δοκεῖ τῶν παρὰ τό ὄνομα εἶναι. οὐκ ἄρα ἐστὶ γένος τι λόγων τό πρός τὴν διάνοιαν. ἀλλʹ οἱ μὲν πρός τοὔνομά εἰσι. καίτοι οὗτοι οὐ πάντες, οὐχ ὅτι οἱ ἔλεγχοι ἀλλʹ οὐδʹ οἱ φαινόμενοι ἔλεγχοι. εἰσὶ γὰρ καὶ μὴ παρὰ τὴν λέξιν φαινόμενοι ἔλεγχοι, οἷον οἱ παρὰ τό συμβεβηκός καὶ ἕτεροι.
Εἰ δέ τις ἀξιοῖ διαιρεῖν, ὅτι λέγω δὲ σιγῶντα λέγειν τὰ μὲν ὡδὶ τὰ δʹ ὡδί, ἀλλὰ τοῦτό γʹ ἐστὶ πρῶτον μὲν ἄτοπον, τό ἀξιοῦν. ἐνίοτε γὰρ οὐ δοκεῖ τό ἐρωτώμενον πολλαχῶς ἔχειν, ἀδύνατον δὲ διαιρεῖν ὃ μὴ οἴεται. ἔπειτα τό διδάσκειν τί ἄλλο ἔσται; φανερόν γὰρ ποιήσει ὡς ἔχει τῷ μήτʹ ἐσκεμμένῳ μήτʹ εἰδότι μήθʹ ὑπολαμβάνοντι ὅτι ἄλλως λέγεται. ἐπεὶ καὶ ἐν τοῖς διπλοῖς τί κωλύει τοῦτο παθεῖν; ἆρα ἴσαι αἱ μονάδες ταῖς δυάσιν ἐν τοῖς τέτταρσιν; εἰσὶ δὲ [δυάδες] αἱ μὲν ὡδὶ ἐνοῦσαι αἱ δὲ ὡδί. καὶ ἆρα τῶν ἐναντίων μία ἐπιστήμη ἢ οὔ ἔστι δʹ ἐναντία τὰ μὲν γνωστὰ τὰ δʹ ἄγνωστα. ὥστʹ ἔοικεν ἀγνοεῖν ὁ τοῦτο ἀξιῶν ὅτι ἕτερον [172a] τό διδάσκειν τοῦ διαλέγεσθαι, καὶ ὅτι δεῖ τόν μὲν διδάσκοντα μὴ ἐρωτᾶν ἀλλʹ αὐτόν δῆλα ποιεῖν, τόν δʹ ἐρωτᾶν.
Κεφάλαιον ιαʹ
Ἔτι τό φάναι ἢ ἀποφάναι ἀξιοῦν οὐ δεικνύντος ἐστὶν ἀλλὰ πεῖραν λαμβάνοντος. ἡ γὰρ πειραστική ἐστι διαλεκτική τις καὶ θεωρεῖ οὐ τόν εἰδότα ἀλλὰ τόν ἀγνοοῦντα καὶ προσποιούμενον. ὁ μὲν οὖν κατὰ τό πρᾶγμα θεωρῶν τὰ κοινὰ διαλεκτικός, ὁ δὲ τοῦτο φαινομένως ποιῶν σοφιστικός, καὶ συλλογισμός ἐριστικός καὶ σοφιστικός ἐστιν εἷς μὲν ὁ φαινόμενος συλλογιστικός περὶ ὧν ἡ διαλεκτικὴ πειραστική ἐστι, κἂν ἀληθὲς τό συμπέρασμα ἦ (τοῦ γὰρ διὰ τί ἀπατητικός ἐστι), καὶ ὅσοι μὴ ὄντες κατὰ τὴν ἑκάστου μέθοδον παραλογισμοὶ δοκοῦσιν εἶναι κατὰ τὴν τέχνην. τὰ γὰρ ψευδογραφήματα οὐκ ἐριστικά (κατὰ γὰρ τὰ ὑπό τὴν τέχνην οἱ παραλογισμοί), οὐδέ γʹ εἴ τί ἐστι ψευδογράφημα περὶ ἀληθές, οἷον τό Ἱπποκράτους ἢ ὁ τετραγωνισμός ὁ διὰ τῶν μηνίσκων. ἀλλʹ ὡς Βρύσων ἐτετραγώνιζε τόν κύκλον, εἰ καὶ τετραγωνίζεται ὁ κύκλος, ἀλλʹ ὅτι οὐ κατὰ τό πρᾶγμα, διὰ τοῦτο σοφιστικός. ὥστε ὅ τε περὶ τῶνδε φαινόμενος συλλογισμός ἐριστικός λόγος, καὶ ὁ κατὰ τό πρᾶγμα φαινόμενος συλλογισμός, κἂν ἦ συλλογισμός, ἐριστικός λόγος. φαινόμενος γάρ ἐστι κατὰ τό πρᾶγμα, ὥστʹ ἀπατητικός καὶ ἄδικος. ὥσπερ γὰρ ἡ ἐν ἀγῶνι ἀδικία εἶδός τι ἔχει καὶ ἔστιν ἀδικομαχία τις, οὕτως ἐν ἀντιλογίᾳ ἀδικομαχία ἡ ἐριστική ἐστιν. ἐκεῖ τε γὰρ οἱ πάντως νικᾶν προαιρούμενοι πάντων ἅπτονται, καὶ ἐνταῦθα οἱ ἐριστικοί. οἱ μὲν οὖν τῆς νίκης αὐτῆς χάριν τοιοῦτοι ἐριστικοὶ ἄνθρωποι καὶ φιλέριδες δοκοῦσιν εἶναι, οἱ δὲ δόξης χάριν τῆς εἰς χρηματισμόν σοφιστικοί. ἡ γὰρ σοφιστική ἐστιν, ὥσπερ εἴπομεν, χρηματιστική τις ἀπό σοφίας φαινομένης. διό φαινομένης ἀποδείξεως ἐφίενται, καὶ τῶν λόγων τῶν αὐτῶν μὲν [εἴσιν] οἱ φιλέριδες καὶ οἱ σοφισταί, ἀλλʹ οὐ τῶν αὐτῶν ἕνεκεν, καὶ λόγος ὁ αὐτός μὲν ἔσται σοφιστικός καὶ ἐριστικός, ἀλλʹ οὐ κατὰ ταὐτόν, ἀλλʹ ἧ μὲν νίκης φαινομένης <ἕνεκα>, ἐριστικός, ἧ δὲ σοφίας, σοφιστικός. καὶ γὰρ ἡ σοφιστική ἐστι φαινομένη σοφία τις ἀλλʹ οὐκ οὖσα. ὁ δʹ ἐριστικός ἐστί πως οὕτως ἔχων πρός τόν διαλεκτικόν ὡς ὁ ψευδογράφος πρός τόν γεωμετρικόν. ἐκ γὰρ τῶν αὐτῶν τῷ διαλεκτικῷ παραλογίζεται, καὶ ὁ ψευδογράφος τῷ γεωμέτρῃ. ἀλλʹ ὁ μὲν οὐκ ἐριστικός, ὅτι ἐκ τῶν ἀρχῶν καὶ συμπερασμάτων [172b] τῶν ὑπό τὴν τέχνην ψευδογραφεῖ. ὁ δʹ ὑπό τὴν διαλεκτικὴν περὶ τἆλλα ὅτι ἐριστικός ἔσται δῆλον. οἷον ὁ τετραγωνισμός ὁ μὲν διὰ τῶν μηνίσκων οὐκ ἐριστικός, ὁ δὲ Βρύσωνος ἐριστικός. καὶ τόν μὲν οὐκ ἔστι μετενεγκεῖν ἀλλʹ ἢ πρός γεωμετρίαν μόνον, διὰ τό ἐκ τῶν ἰδίων εἶναι ἀρχῶν, τόν δὲ πρός πολλούς, ὅσοι μὴ ἴσασι τό δυνατόν ἐν ἑκάστῳ καὶ τό ἀδύνατον. ἁρμόσει γάρ. ἢ ὡς Ἀντιφῶν ἐτετραγώνιζεν. ἢ εἴ τις μὴ φαίη βέλτιον εἶναι ἀπό δείπνου περιπατεῖν διὰ τόν Ζήνωνος λόγον, οὐκ ἰατρικός. κοινός γάρ. εἰ μὲν οὖν πάντῃ ὁμοίως εἶχεν ὁ ἐριστικός πρός τόν διαλεκτικόν τῷ ψευδογράφῳ πρός τόν γεωμέτρην, οὐκ ἂν ἦν περὶ ἐκείνων ἐριστικός. νῦν δʹ οὐκ ἔστιν ὁ διαλεκτικός περὶ γένος τι ὡρισμένον, οὐδὲ δεικτικός οὐδενός, οὐδὲ τοιοῦτος οἷος ὁ καθόλου. οὔτε γάρ ἐστιν ἅπαντα ἐν ἑνί τινι γένει, οὔτε, εἰ εἴη, οἷόν τε ὑπό τὰς αὐτὰς ἀρχὰς εἶναι τὰ ὄντα. ὥστʹ οὐδεμία τέχνη τῶν δεικνυουσῶν τινα φύσιν ἐρωτητική ἐστιν. οὐ γὰρ ἔξεστιν ὁποτερονοῦν τῶν μορίων δοῦναι. συλλογισμός γὰρ οὐ γίνεται ἐξ ἀμφοῖν. ἡ δὲ διαλεκτικὴ ἐρωτητική ἐστιν, εἰ δʹ ἐδείκνυεν, εἰ καὶ μὴ πάντα, ἀλλὰ τά γε πρῶτα καὶ τὰς οἰκείας ἀρχὰς οὐκ ἂν ἠρώτα. μὴ διδόντος γὰρ οὐκ ἂν ἔτι εἶχεν ἐξ ὧν ἔτι διαλέξεται πρός τὴν ἔνστασιν. ἡ δʹ αὐτὴ καὶ πειραστική. οὐδὲ γὰρ ἡ πειραστικὴ τοιαύτη ἐστὶν οἵα ἡ γεωμετρία, ἀλλʹ ἣν ἂν ἔχοι καὶ μὴ εἰδώς τις. ἔξεστι γὰρ πεῖραν λαβεῖν καὶ τόν μὴ εἰδότα τό πρᾶγμα τοῦ μὴ εἰδότος, εἴπερ καὶ δίδωσιν, οὐκ ἐξ ὧν οἶδεν οὐδʹ ἐκ τῶν ἰδίων ἀλλʹ ἐκ τῶν ἑπομένων, ὅσα τοιαῦτά ἐστιν ἃ εἰδότα μὲν οὐδὲν κωλύει μὴ εἰδέναι τὴν τέχνην, μὴ εἰδότα δʹ ἀνάγκη ἀγνοεῖν. (ὥστε φανερόν ὅτι οὐδενός ὡρισμένου ἡ πειραστικὴ ἐπιστήμη ἐστίν. διό καὶ περὶ πάντων ἐστί. πᾶσαι γὰρ αἱ τέχναι χρῶνται καὶ κοινοῖς τισιν. διό πάντες καὶ οἱ ἰδιῶται τρόπον τινὰ χρῶνται τῇ διαλεκτικῇ καὶ πειραστικῇ. πάντες γὰρ μέχρι τινός ἐπιχειροῦσιν ἀνακρίνειν τοὺς ἐπαγγελλομένους.) ταῦτα δʹ ἐστὶ τὰ κοινά. ταῦτα γὰρ οὐδὲν ἧττον ἴσασιν αὐτοί, κἂν δοκῶσι λίαν ἔξω λέγειν. ἐλέγχουσιν οὖν ἅπαντες. ἀτέχνως γὰρ μετέχουσι τούτου οὗ ἐντέχνως ἡ διαλεκτική ἐστι, καὶ ὁ τέχνῃ συλλογιστικῇ πειραστικός διαλεκτικός. ἐπεὶ δʹ ἐστὶ πολλὰ μὲν ταὐτὰ κατὰ πάντων, οὐ τοιαῦτα δʹ ὥστε φύσιν τινὰ εἶναι καὶ γένος ἀλλʹ οἷα αἱ ἀποφάσεις, τὰ δʹ οὐ τοιαῦτα ἀλλὰ ἴδια, ἔστιν ἐκ τούτων περὶ ἁπάντων πεῖραν λαμβάνειν καὶ εἶναι [173a] τέχνην τινά, καὶ μὴ τοιαύτην εἶναι οἷαι αἱ δεικνύουσαι. διόπερ ὁ ἐριστικός οὐκ ἔστιν οὕτως ἔχων πάντῃ ὡς ὁ ψευδογράφος. οὐ γὰρ ἔσται παραλογιστικός ἐξ ὡρισμένου τινός γένους ἀρχῶν, ἀλλὰ περὶ πᾶν γένος ἔσται ὁ ἐριστικός.
Τρόποι μὲν οὖν εἰσιν οὗτοι τῶν σοφιστικῶν ἐλέγχων. ὅτι δʹ ἐστὶ τοῦ διαλεκτικοῦ τό θεωρῆσαι περὶ τούτων καὶ δύνασθαι ταῦτα ποιεῖν, οὐ χαλεπόν ἰδεῖν. ἡ γὰρ περὶ τὰς προτάσεις μέθοδος ἅπασαν ἔχει ταύτην τὴν θεωρίαν.
Κεφάλαιον ιβʹ
Καὶ περὶ μὲν τῶν ἐλέγχων εἴρηται τῶν φαινομένων. περὶ δὲ τοῦ ψευδόμενόν τι δεῖξαι καὶ τόν λόγον εἰς ἄδοξόν τι ἀγαγεῖν (τοῦτο γὰρ ἦν δεύτερον τῆς σοφιστικῆς προαιρέσεως)_ πρῶτον μὲν οὖν ἐκ τοῦ πυνθάνεσθαί πως καὶ διὰ τῆς ἐρωτήσεως συμβαίνει μάλιστα. τό γὰρ [πρός] μηδὲν ὁρίσαντα κείμενον ἐρωτᾶν θηρευτικόν ἐστι τούτων. εἰκῇ γὰρ λέγοντες ἁμαρτάνουσι μᾶλλον. εἰκῇ δὲ λέγουσιν ὅταν μηδὲν ἔχωσι προκείμενον. τό τε ἐρωτᾶν πολλά, κἂν ὡρισμένον ἦ πρός ὃ διαλέγεται, καὶ τό τὰ δοκοῦντα λέγειν ἀξιοῦν, ποιεῖ τινʹ εὐπορίαν τοῦ εἰς ἄδοξον ἀγαγεῖν ἢ ψεῦδος, ἐάν τε ἐρωτώμενος φῇ ἢ ἀποφῇ τούτων τι, ἄγει πρός ἃ ἐπιχειρήματος εὐπορεῖ. δύνανται δὲ νῦν ἧττον κακουργεῖν διὰ τούτων ἢ πρότερον. ἀπαιτοῦνται γὰρ τί τοῦτο πρός τό ἐν ἀρχῇ. στοιχεῖον δὲ τοῦ τυχεῖν ἢ ψεύδους τινός ἢ ἀδόξου τό μηδεμίαν εὐθὺς ἐρωτᾶν θέσιν, ἀλλὰ φάσκειν ἐρωτᾶν μαθεῖν βουλόμενον. χώραν γὰρ ἐπιχειρήματος ἡ σκῆψις ποιεῖ.
Πρός δὲ τό ψευδόμενον δεῖξαι ἴδιος τόπος ὁ σοφιστικός, τό ἄγειν πρός τοιαῦτα πρός ἃ εὐπορεῖ λόγων. ἔστι δὲ καὶ καλῶς καὶ μὴ καλῶς τοῦτο ποιεῖν, καθάπερ ἐλέχθη πρότερον.
Πάλιν πρός τό παράδοξα λέγειν σκοπεῖν ἐκ τίνος γένους ὁ διαλεγόμενος, εἶτʹ ἐπερωτᾶν ὃ τοῖς πολλοῖς οὗτοι λέγουσι παράδοξον. ἔστι γὰρ ἑκάστοις τι τοιοῦτον. στοιχεῖον δὲ τούτων τό τὰς ἑκάστων εἰληφέναι θέσεις ἐν ταῖς προτάσεσιν. λύσις δὲ καὶ τούτων ἡ προσήκουσα φέρεται τῷ ἐμφανίζειν ὅτι οὐ διὰ τόν λόγον συμβαίνει τό ἄδοξον. ἀεὶ δὲ τοῦτο καὶ βούλεται ὁ ἀγωνιζόμενος.
Ἔτι δʹ ἐκ τῶν βουλήσεων καὶ τῶν φανερῶν δοξῶν. οὐ γὰρ ταὐτὰ βούλονταί τε καὶ φασίν, ἀλλὰ λέγουσι μὲν τοὺς εὐσχημονεστάτους τῶν λόγων, βούλονται δὲ τὰ φαινόμενα λυσιτελεῖν. οἷον τεθνάναι καλῶς μᾶλλον ἢ ζῆν ἡδέως φασὶ [173b] δεῖν, καὶ πένεσθαι δικαίως μᾶλλον ἢ πλουτεῖν αἰσχρῶς, βούλονται δὲ τἀναντία. τόν μὲν οὖν λέγοντα κατὰ τὰς βουλήσεις εἰς τὰς φανερὰς δόξας ἀκτέον, τόν δὲ κατὰ ταύτας εἰς τὰς ἀποκεκρυμμένας. ἀμφοτέρως γὰρ ἀναγκαῖον παράδοξα λέγειν. ἢ γὰρ πρός τὰς φανερὰς ἢ πρός τὰς ἀφανεῖς δόξας ἐροῦσιν ἐναντία.
Πλεῖστος δὲ τόπος ἐστὶ τοῦ ποιεῖν παράδοξα λέγειν, ὥσπερ καὶ ὁ Καλλικλῆς ἐν τῷ Γοργίᾳ γέγραπται λέγων, καὶ οἱ ἀρχαῖοι δὲ πάντες ὤοντο συμβαίνειν, παρὰ τό κατὰ φύσιν καὶ κατὰ τόν νόμον. ἐναντία γὰρ εἶναι φύσιν καὶ νόμον, καὶ τὴν δικαιοσύνην κατὰ νόμον μὲν εἶναι καλόν, κατὰ φύσιν δʹ οὐ καλόν. δεῖ οὖν πρός μὲν τόν εἰπόντα κατὰ φύσιν κατὰ νόμον ἀπαντᾶν, πρός δὲ τόν κατὰ νόμον ἐπὶ τὴν φύσιν ἄγειν. ἀμφοτέρως γὰρ συμβαίνει λέγειν παράδοξα. ἦν δὲ τό μὲν κατὰ φύσιν αὐτοῖς τό ἀληθές, τό δὲ κατὰ νόμον τό τοῖς πολλοῖς δοκοῦν. ὥστε δῆλον ὅτι κἀκεῖνοι, καθάπερ καὶ οἱ νῦν, ἢ ἐλέγξαι ἢ παράδοξα λέγειν τόν ἀποκρινόμενον ἐπεχείρουν ποιεῖν.
Ἔνια δὲ τῶν ἐρωτημάτων ἔχει τό ἀμφοτέρως ἄδοξον εἶναι τὴν ἀπόκρισιν, οἷον πότερον τοῖς σοφοῖς ἢ τῷ πατρὶ δεῖ πείθεσθαι, καὶ τὰ συμφέροντα πράττειν ἢ τὰ δίκαια, καὶ ἀδικεῖσθαι αἱρετώτερον ἢ βλάπτειν. δεῖ δʹ ἄγειν εἰς τὰ τοῖς πολλοῖς καὶ <τὰ> τοῖς σοφοῖς ἐναντία_ἐὰν μὲν λέγῃ τις ὡς οἱ περὶ τοὺς λόγους, εἰς τὰ τοῖς πολλοῖς, ἐὰν δʹ ὡς οἱ πολλοί, ἐπὶ τὰ τοῖς σοφοῖς. φασὶ γὰρ οἱ μὲν ἐξ ἀνάγκης τόν εὐδαίμονα δίκαιον εἶναι. τοῖς δὲ πολλοῖς ἄδοξον τό βασιλέα μὴ εὐδαιμονεῖν. ἔστι δὲ τό εἰς τὰ οὕτως ἄδοξα ἄγειν τό αὐτό τῷ εἰς τὴν κατὰ φύσιν καὶ κατὰ νόμον ὑπεναντίωσιν ἄγειν. ὁ μὲν γὰρ νόμος δόξα τῶν πολλῶν, οἱ δὲ σοφοὶ κατὰ φύσιν καὶ κατʹ ἀλήθειαν λέγουσιν.
Κεφάλαιον ιγʹ
Καὶ τὰ μὲν παράδοξα ἐκ τούτων δεῖ ζητεῖν τῶν τόπων. περὶ δὲ τοῦ ποιῆσαι ἀδολεσχεῖν, ὃ μὲν λέγομεν τό ἀδολεσχεῖν εἰρήκαμεν ἤδη. πάντες δὲ οἱ τοιοίδε λόγοι τοῦτο βούλονται ποιεῖν. εἰ μηδὲν διαφέρει τό ὄνομα ἢ τόν λόγον εἰπεῖν, διπλάσιον δὴ καὶ διπλάσιον ἡμίσεος ταὐτό. εἰ ἄρα ἐστὶ διπλάσιον ἡμίσεος διπλάσιον, ἔσται ἡμίσεος ἡμίσεος διπλάσιον. καὶ πάλιν ἂν ἀντὶ τοῦ διπλάσιον διπλάσιον ἡμίσεος τεθῇ,
τρὶς ἔσται εἰρημένον, ἡμίσεος ἡμίσεος ἡμίσεος διπλάσιον. καὶ ἆρά ἐστιν ἡ ἐπιθυμία ἡδέος; τοῦτο δʹ ἐστὶν ὄρεξις ἡδέος. ἔστιν ἄρα ἡ ἐπιθυμία ὄρεξις ἡδέος ἡδέος.
[174a] Εἰσὶ δὲ πάντες οἱ τοιοῦτοι τῶν λόγων ἔν τε τοῖς πρός τι, ὅσα μὴ μόνον τὰ γένη ἀλλὰ καὶ αὐτὰ πρός τι λέγεται καὶ πρός τό αὐτό καὶ ἓν ἀποδίδοται (οἷον ἥ τε ὄρεξις τινός ὄρεξις καὶ ἡ ἐπιθυμία τινός ἐπιθυμία, καὶ τό διπλάσιον τινός διπλάσιον, καὶ διπλάσιον ἡμίσεος), καὶ ʺὅσων ἡ οὐσία, οὐκ ὄντων πρός τι ὅλως ὧν εἰσιν ἕξεις ἢ πάθη ἤ τι τοιοῦτον ἐν τῷ λόγῳ αὐτῶν προσδηλοῦται, κατηγορουμένωνʺ ἐπὶ τούτοις. οἷον τό περιττόν ἀριθμός μέσον ἔχων. ἔστι δʹ ἀριθμός περιττός. ἔστιν ἄρα ἀριθμός ἀριθμός μέσον ἔχων. καὶ εἰ τό σιμόν κοιλότης ῥινός ἐστιν, ἔστι δὲ ῥὶς σιμή, ἔστιν ἄρα
ῥὶς ῥὶς κοίλη.
Φαίνονται δὲ ποιεῖν οὐ ποιοῦντες ἐνίοτε διὰ τό μὴ προσπυνθάνεσθαι εἰ σημαίνει τι καθʹ αὑτό λεχθὲν τό διπλάσιον ἢ οὐδέν, καὶ εἴ τι σημαίνει, πότερον τό αὐτό ἢ ἕτερον, ἀλλὰ τό συμπέρασμα λέγειν εὐθύς. ἀλλὰ φαίνεται, διὰ τό τό ὄνομα ταὐτό εἶναι, ταὐτό καὶ σημαίνειν.
Κεφάλαιον ιδʹ
Σολοικισμός δʹ οἷον μέν ἐστιν εἴρηται πρότερον. ἔστι δὲ τοῦτο καὶ ποιεῖν καὶ μὴ ποιοῦντα φαίνεσθαι καὶ ποιοῦντα μὴ δοκεῖν, καθάπερ, ὃ Πρωταγόρας ἔλεγεν, εἰ ὁ μῆνις καὶ ὁ πήληξ ἄρρενά ἐστιν. ὁ μὲν γὰρ λέγων οὐλομένην σολοικίζει μὲν κατʹ ἐκεῖνον, οὐ φαίνεται δὲ τοῖς ἄλλοις, ὁ δὲ οὐλόμενον φαίνεται μέν, ἀλλʹ οὐ σολοικίζει. δῆλον οὖν ὅτι κἂν τέχνῃ τις τοῦτο δύναιτο ποιεῖν. διό πολλοὶ τῶν λόγων οὐ συλλογιζόμενοι σολοικισμόν φαίνονται συλλογίζεσθαι, καθάπερ ἐν τοῖς ἐλέγχοις.
Εἰσὶ δὲ πάντες σχεδόν οἱ φαινόμενοι σολοικισμοὶ παρὰ τόδε, [καὶ] ὅταν ἡ πτῶσις μήτε ἄρρεν μήτε θῆλυ δηλοῖ ἀλλὰ τό μεταξύ. τό μὲν γὰρ οὗτος ἄρρεν σημαίνει, τό δʹ αὕτη θῆλυ. τό δὲ τοῦτο θέλει μὲν τό μεταξὺ σημαίνειν, πολλάκις δὲ σημαίνει κἀκείνων ἑκάτερον, οἷον τί τοῦτο; ʺΚαλλιόπη, ξύλον, Κορίσκοςʺ. τοῦ μὲν οὖν ἄρρενος καὶ τοῦ θήλεος διαφέρουσιν αἱ πτώσεις ἅπασαι, τοῦ δὲ μεταξὺ αἱ μὲν αἱ δʹ οὔ. δοθέντος δὴ πολλάκις τοῦτο, συλλογίζονται ὡς εἰρημένου τοῦτον. ὁμοίως δὲ καὶ ἄλλην πτῶσιν ἀντʹ ἄλλης. ὁ δὲ παραλογισμός γίνεται διὰ τό κοινόν εἶναι τό τοῦτο πλειόνων πτώσεων. τό γὰρ τοῦτο σημαίνει ὁτὲ μὲν οὗτος ὁτὲ δὲ τοῦτον. δεῖ δʹ ἐναλλὰξ σημαίνειν μετὰ μὲν τοῦ ἔστι τό οὗτος, μετὰ δὲ τοῦ εἶναι τό τοῦτον, οἷον ἔστι Κορίσκος, εἶναι Κορίσκον. καὶ ἐπὶ τῶν θήλεων ὀνομάτων ὡσαύτως, καὶ ἐπὶ τῶν λεγομένων μὲν σκευῶν, ἐχόντων δὲ θηλείας ἢ ἄρρενος κλῆσιν. ὅσα γὰρ [174b] εἰς τό ο καὶ τό ν τελευτᾷ, ταῦτα μόνα σκεύους ἔχει κλῆσιν, οἷον ξύλον, σχοινίον. τὰ δὲ μὴ οὕτως ἄρρενος ἢ θήλεος, ὧν ἔνια φέρομεν ἐπὶ τὰ σκεύη, οἷον ἀσκός μὲν ἄρρεν τοὔνομα, κλίνη δὲ θῆλυ. διόπερ καὶ ἐπὶ τῶν τοιούτων ὡσαύτως τό ἔστι καὶ τό εἶναι διοίσει. καὶ τρόπον τινὰ ὅμοιός ἐστιν ὁ σολοικισμός τοῖς παρὰ τό τὰ μὴ ὅμοια ὁμοίως λεγομένοις ἐλέγχοις. ὥσπερ γὰρ ἐκείνοις ἐπὶ τῶν πραγμάτων, τούτοις ἐπὶ τῶν ὀνομάτων συμπίπτει σολοικίζειν. ἄνθρωπος γὰρ καὶ λευκόν καὶ πρᾶγμα καὶ ὄνομά ἐστιν.
Φανερόν οὖν ὅτι τόν σολοικισμόν πειρατέον ἐκ τῶν εἰρημένων πτώσεων συλλογίζεσθαι.
Εἴδη μὲν οὖν ταῦτα τῶν ἀγωνιστικῶν λόγων καὶ μέρη τῶν εἰδῶν καὶ τρόποι οἱ εἰρημένοι. διαφέρει δʹ οὐ μικρόν ἐὰν ταχθῇ πως τὰ περὶ τὴν ἐρώτησιν πρός τό λανθάνειν, ὥσπερ ἐν τοῖς διαλεκτικοῖς. ἐφεξῆς οὖν τοῖς εἰρημένοις ταῦτα πρῶτον λεκτέον.
Κεφάλαιον ιεʹ
Ἔστι δὴ πρός τό ἐλέγχειν ἓν μὲν μῆκος. χαλεπόν γὰρ ἅμα πολλὰ συνορᾶν. εἰς δὲ τό μῆκος τοῖς προειρημένοις στοιχείοις χρηστέον. ἓν δὲ τάχος. ὑστερίζοντες γὰρ ἧττον προορῶσιν. ἔτι δʹ ὀργὴ καὶ φιλονεικία. ταραττόμενοι γὰρ ἧττον δύνανται φυλάττεσθαι πάντες. στοιχεῖα δὲ τῆς ὀργῆς τό τε φανερόν ἑαυτόν ποιεῖν βουλόμενον ἀδικεῖν καὶ τό παράπαν ἀναισχυντεῖν. ἔτι τό ἐναλλὰξ τὰ ἐρωτήματα τιθέναι, ἐάν τε πρός ταὐτό πλείους τις ἔχῃ λόγους, ἐάν τε καὶ ὅτι οὕτως καὶ ὅτι οὐχ οὕτως. ἅμα γὰρ συμβαίνει ἢ πρός πλείω ἢ πρός τὰ ἐναντία ποιεῖσθαι τὴν φυλακήν. ὅλως δὲ πάντα τὰ πρός τὴν κρύψιν λεχθέντα πρότερον χρήσιμα καὶ πρός τοὺς ἀγωνιστικοὺς λόγους. ἡ γὰρ κρύψις ἐστὶ τοῦ λαθεῖν χάριν, τό δὲ λαθεῖν τῆς ἀπάτης.
Πρός δὲ τοὺς ἀνανεύοντας ἅττʹ ἂν οἰηθῶσιν εἶναι πρός τόν λόγον, ἐξ ἀποφάσεως ἐρωτητέον ὡς τοὐναντίον βουλόμενον, ἢ καὶ ἐξ ἴσου ποιοῦντα τὴν ἐρώτησιν. ἀδήλου γὰρ ὄντος τοῦ τί βούλεται λαβεῖν ἧττον δυσκολαίνουσιν. ὅταν τʹ ἐπὶ τῶν μερῶν διδῷ τις τό καθʹ ἕκαστον, ἐπάγοντα τό καθόλου πολλάκις οὐκ ἐρωτητέον ἀλλʹ ὡς δεδομένῳ χρηστέον. ἐνίοτε γὰρ καὶ αὐτοὶ οἴονται δεδωκέναι καὶ τοῖς ἀκούουσι φαίνονται διὰ τὴν τῆς ἐπαγωγῆς μνείαν, ὡς οὐκ ἂν ἠρωτημένα μάτην. ἐν οἷς τε μὴ ὀνόματι σημαίνεται τό καθόλου ἀλλὰ τῇ ὁμοιότητι, χρηστέον πρός τό συμφέρον. λανθάνει γὰρ ἡ ὁμοιότης πολλάκις. πρός τε τό λαβεῖν τὴν πρότασιν τοὐναντίον παραβάλλοντα [175a] χρὴ πυνθάνεσθαι. οἷον, εἰ δέοι λαβεῖν ὅτι δεῖ πάντα τῷ πατρὶ πείθεσθαι, πότερον ἅπαντα δεῖ πείθεσθαι τοῖς γονεῦσιν ἢ πάντʹ ἀπειθεῖν; καὶ τό πολλάκις πολλά, πότερον πολλὰ συγχωρητέον ἢ ὀλίγα; μᾶλλον γάρ, εἴπερ ἀνάγκη, δόξειεν ἂν εἶναι πολλά. παρατιθεμένων γὰρ ἐγγὺς τῶν ἐναντίων καὶ μείω καὶ μείζω φαίνεται καὶ χείρω καὶ βελτίω τοῖς ἀνθρώποις.
Σφόδρα δὲ καὶ πολλάκις ποιεῖ δοκεῖν ἐληλέγχθαι τό μάλιστα σοφιστικόν συκοφάντημα τῶν ἐρωτώντων, τό μηδὲν συλλογισαμένους μὴ ἐρώτημα ποιεῖν τό τελευταῖον ἀλλὰ συμπεραντικῶς εἰπεῖν, ὡς συλλελογισμένους, οὐκ ἄρα τό καὶ τό.
Σοφιστικόν δὲ καὶ τό κειμένου παραδόξου τό φαινόμενον ἀξιοῦν ἀποκρίνεσθαι, προκειμένου τοῦ δοκοῦντος ἐξ ἀρχῆς, καὶ τὴν ἐρώτησιν τῶν τοιούτων οὕτω ποιεῖσθαι, πότερόν σοι δοκεῖ ἀνάγκη γάρ, ἂν ἦ τό ἐρώτημα ἐξ ὧν ὁ συλλογισμός, ἢ ἔλεγχον ἢ παράδοξον γίνεσθαι, δόντος μὲν ἔλεγχον, μὴ δόντος δὲ μηδὲ δοκεῖν φάσκοντος ἄδοξον, μὴ δόντος δέ, δοκεῖν δʹ ὁμολογοῦντος, ἐλεγχοειδές.
Ἔτι καθάπερ καὶ ἐν τοῖς ῥητορικοῖς, καὶ ἐν τοῖς ἐλεγκτικοῖς ὁμοίως τὰ ἐναντιώματα θεωρητέον ἢ πρός τὰ ὑφʹ ἑαυτοῦ λεγόμενα ἢ πρός οὓς ὁμολογεῖ καλῶς λέγειν ἢ πράττειν, ἔτι πρός τοὺς δοκοῦντας τοιούτους ἢ πρός τοὺς ὁμοίους, ἢ πρός τοὺς πλείστους ἢ πρός πάντας. ὥσπερ τε καὶ ἀποκρινόμενοι πολλάκις, ὅταν ἐλέγχωνται, ποιοῦσι διττόν, ἂν μέλλῃ συμβαίνειν ἐλεγχθήσεσθαι, καὶ ἐρωτῶντας χρηστέον ποτὲ τούτῳ πρός τοὺς ἐνισταμένουσ_ἂν ὡδὶ μὲν συμβαίνῃ ὡδὶ δὲ μή, ὅτι οὕτως εἴληφεν, οἷον ὁ Κλεοφῶν ποιεῖ ἐν τῷ Μανδροβούλῳ. δεῖ δὲ καὶ ἀφισταμένους τοῦ λόγου τὰ λοιπὰ τῶν ἐπιχειρημάτων ἐπιτέμνειν, καὶ ἀποκρινόμενον, ἂν προαισθάνηται, προενίστασθαι καὶ προαγορεύειν. ἐπιχειρητέον δʹ ἐνίοτε καὶ πρός ἄλλα τοῦ εἰρημένου, ἐκεῖνο ἐκλαβόντας, ἐὰν μὴ πρός τό κείμενον ἔχῃ τις ἐπιχειρεῖν. ὅπερ ὁ Λυκόφρων ἐποίησε προβληθέντος λύραν ἐγκωμιάζειν. πρός δὲ τοὺς ἀπαιτοῦντας πρός τί ἐπιχειρεῖ, ἐπειδὴ δοκεῖ δεῖν ἀποδιδόναι τὴν αἰτίαν, λεχθέντων δʹ ἐνίων εὐφυλακτότερον (τό καθόλου συμβαῖνον ἐν τοῖς ἐλέγχοις), λέγειν τὴν ἀντίφασιν, ὅτι ὃ ἔφησεν ἀπόφησι, ἢ ὃ ἀπέφησε φησί, ἀλλὰ μὴ ὅτι τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη ἢ οὐχ ἡ αὐτή. οὐ δεῖ δὲ τό συμπέρασμα προτατικῶς ἐρωτᾶν. ἔνια δʹ οὐδʹ ἐρωτητέον ἀλλʹ ὡς ὁμολογουμένοις χρηστέον.
ΠΕΡΙ ΤΩΝ ΣΟΦΙΣΤΙΚΩΝ ΕΛΕΓΧΩΝ ΕΝΟΤΗΤΑΙ, Β ΔΕΥΤΕΡΑ
Σοφιστικοὶ Ἔλεγχοι αʹ
Κεφάλαιον ιϛʹ
Ἐξ ὧν μὲν οὖν αἱ ἐρωτήσεις καὶ πῶς ἐρωτητέον ἐν ταῖς ἀγωνιστικαῖς διατριβαῖς, εἴρηται. [175b] περὶ δὲ ἀποκρίσεως καὶ πῶς χρὴ λύειν καὶ τί, καὶ πρός τίνα χρῆσιν οἱ τοιοῦτοι τῶν λόγων ὠφέλιμοι, μετὰ ταῦτα λεκτέον.
Χρήσιμοι μὲν οὖν εἰσι πρός μὲν φιλοσοφίαν διὰ δύο. πρῶτον μὲν γὰρ ὡς ἐπὶ τό πολὺ γινόμενοι παρὰ τὴν λέξιν ἄμεινον ἔχειν ποιοῦσι πρός τό ποσαχῶς ἕκαστον λέγεται καὶ ποῖα ὁμοίως καὶ ποῖα ἑτέρως ἐπί τε τῶν πραγμάτων συμβαίνει καὶ ἐπὶ τῶν ὀνομάτων. δεύτερον δὲ πρός τὰς καθʹ αὑτόν ζητήσεις. ὁ γὰρ ὑφʹ ἑτέρου ῥᾳδίως παραλογιζόμενος καὶ τοῦτο μὴ διαισθανόμενος κἂν αὐτός ὑφʹ αὑτοῦ τοῦτο πάθοι πολλάκις. τρίτον δὲ καὶ τό λοιπόν ἔτι πρός δόξαν, τό περὶ πάντα γεγυμνάσθαι δοκεῖν καὶ μηδενός ἀπείρως ἔχειν. τό γὰρ κοινωνοῦντα λόγων ψέγειν λόγους, μηδὲν ἔχοντα διορίζειν περὶ τῆς φαυλότητος αὐτῶν, ὑποψίαν δίδωσι τοῦ δοκεῖν δυσχεραίνειν οὐ διὰ τἀληθὲς ἀλλὰ διʹ ἀπειρίαν.
Ἀποκρινομένοις δὲ πῶς ἀπαντητέον πρός τοὺς τοιούτους λόγους, φανερόν, εἴπερ ὀρθῶς εἰρήκαμεν πρότερον ἐξ ὧν εἰσιν οἱ παραλογισμοί, καὶ τὰς ἐν τῷ πυνθάνεσθαι πλεονεξίας ἱκανῶς διείλομεν. οὐ ταὐτό δʹ ἐστὶ λαβόντα τε τόν λόγον ἰδεῖν καὶ λῦσαι τὴν μοχθηρίαν, καὶ ἐρωτώμενον ἀπαντᾶν δύνασθαι ταχέως. ὃ γὰρ ἴσμεν, πολλάκις μετατιθέμενον ἀγνοοῦμεν. ἔτι δʹ, ὥσπερ ἐν τοῖς ἄλλοις τό θᾶττον καὶ τό βραδύτερον ἐκ τοῦ γεγυμνάσθαι γίνεται μᾶλλον, οὕτω καὶ ἐπὶ τῶν λόγων ἔχει, ὥστε, ἂν δῆλον μὲν ἡμῖν ἦ, ἀμελέτητοι δʹ ὦμεν, ὑστεροῦμεν τῶν καιρῶν πολλάκις. συμβαίνει δέ ποτε καθάπερ ἐν τοῖς διαγράμμασιν. καὶ γὰρ ἐκεῖ ἀναλύσαντες ἐνίοτε συνθεῖναι πάλιν ἀδυνατοῦμεν. οὕτω καὶ ἐν τοῖς ἐλέγχοις, εἰδότες παρʹ ὃ ὁ λόγος συμβαίνει συνεῖραι, διαλῦσαι τόν λόγον ἀποροῦμεν.
Κεφάλαιον ιζʹ
Πρῶτον μὲν οὖν, ὥσπερ συλλογίζεσθαί φαμεν ἐνδόξως ποτὲ μᾶλλον ἢ ἀληθῶς προαιρεῖσθαι δεῖν, οὕτω καὶ λυτέον ποτὲ μᾶλλον ἐνδόξως ἢ κατὰ τἀληθές. ὅλως γὰρ πρός τοὺς ἐριστικοὺς μαχετέον οὐχ ὡς ἐλέγχοντας ἀλλʹ ὡς φαινομένους. οὐ γάρ φαμεν συλλογίζεσθαί γε αὐτούς, ὥστε πρός τό μὴ δοκεῖν διορθωτέον. εἰ γάρ ἐστιν ὁ ἔλεγχος ἀντίφασις μὴ ὁμώνυμος ἔκ τινων, οὐδὲν ἂν δέοι διαιρεῖσθαι πρός ἀμφίβολα καὶ τὴν ὁμωνυμίαν (οὐ γὰρ ποιεῖ συλλογισμόν), ἀλλʹ οὐδενός ἄλλου χάριν προσδιαιρετέον ἀλλʹ ἢ ὅτι τό συμπέρασμα φαίνεται ἐλεγχοειδές. οὔκουν τό ἐλεγχθῆναι ἀλλὰ τό δοκεῖν εὐλαβητέον, ἐπεὶ τό γʹ ἐρωτᾶν ἀμφίβολα καὶ τὰ [176a] παρὰ τὴν ὁμωνυμίαν ὅσαι τʹ ἄλλαι τοιαῦται παρακρούσεις καὶ τόν ἀληθινόν ἔλεγχον ἀφανίζει καὶ τόν ἐλεγχόμενον καὶ μὴ ἐλεγχόμενον ἄδηλον ποιεῖ. ἐπεὶ γὰρ ἔξεστιν ἐπὶ τέλει συμπεραναμένου μὴ ὅπερ ἔφησεν ἀποφῆσαι λέγειν, ἀλλʹ <ἢ> ὁμωνύμως, εἰ καὶ ὅτι μάλιστʹ ἔτυχεν ἐπὶ ταὐτό φέρων, ἄδηλον εἰ ἐλήλεγκται. ἄδηλον γὰρ εἰ ἀληθῆ λέγει νῦν. εἰ δὲ διελὼν ἤρετο τό ὁμώνυμον ἢ τό ἀμφίβολον, οὐκ ἂν ἄδηλος ἦν ὁ ἔλεγχος, ὅ τʹ ἐπιζητοῦσι νῦν μὲν ἧττον πρότερον δὲ μᾶλλον οἱ ἐριστικοί, τό ἢ ναί ἢ οὔ ἀποκρίνεσθαι τόν ἐρωτώμενον, ἐγίνετʹ ἄν. νῦν δὲ διὰ τό μὴ καλῶς ἐρωτᾶν τοὺς πυνθανομένους ἀνάγκη προσαποκρίνεσθαί τι τόν ἐρωτώμενον, διορθοῦντα τὴν μοχθηρίαν τῆς προτάσεως. ἐπεὶ διελομένου γε ἱκανῶς ἢ ναί ἢ οὔ ἀνάγκη λέγειν τόν ἀποκρινόμενον.
Εἰ δέ τις ὑπολήψεται τόν κατὰ ὁμωνυμίαν ἔλεγχον <ἔλεγχον> εἶναι, τρόπον τινὰ οὐκ ἔσται διαφυγεῖν τό ἐλέγχεσθαι τόν ἀποκρινόμενον. ἐπὶ γὰρ τῶν ὁρατῶν ἀναγκαῖον ὃ ἔφησεν ἀποφῆσαι ὄνομα καὶ ὃ ἀπέφησε φῆσαι. ὡς γὰρ διορθοῦνταί τινες, οὐδὲν ὄφελος. οὐ γὰρ Κορίσκον φασὶν εἶναι μουσικόν καὶ ἄμουσον, ἀλλὰ τοῦτον τόν Κορίσκον μουσικόν καὶ τοῦτον τόν Κορίσκον ἄμουσον. ὁ γὰρ αὐτός ἔσται λόγος τό τοῦτον τόν Κορίσκον τῷ τοῦτον τόν Κορίσκον ἄμουσον εἶναι (ἢ μουσικόν), ὅπερ ἅμα φησί τε καὶ ἀπόφησιν. ἀλλʹ ἴσως οὐ ταὐτό σημαίνει (οὐδὲ γὰρ ἐκεῖ τοὔνομα), ὥστε τί διαφέρει; εἰ δὲ τῷ μὲν τό ἁπλῶς λέγειν Κορίσκον ἀποδώσει, τῷ δὲ προσθήσει τό τινὰ ἢ τόνδε, ἄτοπον. οὐδὲν γὰρ μᾶλλον θατέρῳ. ὁποτέρῳ γὰρ ἂν οὐδὲν διαφέρει.
Οὐ μὴν ἀλλʹ ἐπειδὴ ἄδηλος μέν ἐστιν ὁ μὴ διορισάμενος τὴν ἀμφιβολίαν πότερον ἐλήλεγκται ἢ οὐκ ἐλήλεγκται, δέδοται δʹ ἐν τοῖς λόγοις τό διελεῖν, φανερόν ὅτι τό μὴ διορίσαντα δοῦναι τὴν ἐρώτησιν, ἀλλʹ ἁπλῶς, ἁμάρτημά ἐστιν, ὥστε κἂν εἰ μὴ αὐτός, ἀλλʹ ὅ γε λόγος ἐληλεγμένῳ ὅμοιός ἐστιν. συμβαίνει μέντοι πολλάκις ὁρῶντας τὴν ἀμφιβολίαν ὀκνεῖν διαιρεῖσθαι διὰ τὴν πυκνότητα τῶν τὰ τοιαῦτα προτεινόντων, ὅπως μὴ πρός ἅπαν δοκῶσι δυσκολαίνειν. εἶτʹ οὐκ ἂν οἰηθέντων παρὰ τοῦτο γενέσθαι τόν λόγον, πολλάκις ἀπήντησε παράδοξον. ὥστʹ ἐπειδὴ δέδοται διαιρεῖν, οὐκ ὀκνητέον, καθάπερ ἐλέχθη πρότερον.
Εἰ δὲ τὰ δύο ἐρωτήματα μὴ ἓν ἐποίει τις ἐρώτημα, οὐδʹ ἂν ὁ παρὰ τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν ἐγίνετο παραλογισμός, ἀλλʹ ἢ ἔλεγχος ἢ οὔ. τί γὰρ διαφέρει ἐρωτῆσαι [176b] εἰ Καλλίας καὶ Θεμιστοκλῆς μουσικοί εἰσιν ἢ εἰ ἀμφοτέροις ἓν ὄνομα ἦν ἑτέροις οὖσιν; εἰ γὰρ πλείω δηλοῖ ἑνός, πλείω ἠρώτησεν. εἰ οὖν μὴ ὀρθόν πρός δύο ἐρωτήσεις μίαν ἀπόκρισιν ἀξιοῦν λαμβάνειν ἁπλῶς, φανερόν ὅτι οὐδενὶ προσήκει τῶν ὁμωνύμων ἀποκρίνεσθαι ἁπλῶς, οὐδʹ εἰ κατὰ πάντων ἀληθές, ὥσπερ ἀξιοῦσί τινες. οὐδὲν γὰρ τοῦτο διαφέρει ἢ εἰ ἤρετο, Κορίσκος καὶ Καλλίας πότερον οἴκοι εἰσὶν ἢ οὐκ οἴκοι, εἴτε παρόντων ἀμφοῖν εἴτε μὴ παρόντων. ἀμφοτέρως γὰρ πλείους αἱ προτάσεις. οὐ γὰρ εἰ ἀληθὲς εἰπεῖν, διὰ τοῦτο μία ἡ ἐρώτησις. ἐγχωρεῖ γὰρ καὶ μυρία ἕτερα ἐρωτηθέντα ἐρωτήματα ἁπλῶς ἢ ναί ἢ οὔ ἀληθὲς εἶναι λέγειν. ἀλλʹ ὅμως οὐκ ἀποκριτέον μιᾷ ἀποκρίσει. ἀναιρεῖται γὰρ τό διαλέγεσθαι. τοῦτο δʹ ὅμοιον ὡς εἰ καὶ τό αὐτό ὄνομα τεθείη τοῖς ἑτέροις. εἰ οὖν μὴ δεῖ πρός δύο ἐρωτήσεις μίαν ἀπόκρισιν διδόναι, φανερόν ὅτι οὐδʹ ἐπὶ τῶν ὁμωνύμων τό ναί ἢ οὔ λεκτέον. οὐδὲ γὰρ ὁ εἰπὼν ἀποκέκριται, ἀλλʹ εἴρηκεν. ἀλλʹ ἀξιοῦταί πως ἐν τοῖς διαλεγομένοις διὰ τό λανθάνειν τό συμβαῖνον.
Ὥσπερ οὖν εἴπομεν, ἐπειδήπερ οὐδʹ ἔλεγχοί τινες ὄντες δοκοῦσιν εἶναι, κατὰ τόν αὐτόν τρόπον καὶ λύσεις δόξουσιν εἶναί τινες οὐκ οὖσαι λύσεις. ἃς δή φαμεν ἐνίοτε μᾶλλον δεῖν φέρειν ἢ τὰς ἀληθεῖς ἐν τοῖς ἀγωνιστικοῖς λόγοις καὶ τῇ πρός τό διττόν ἀπαντήσει. ἀποκριτέον δʹ ἐπὶ μὲν τῶν δοκούντων τό ἔστω λέγοντα. καὶ γὰρ οὕτως ἥκιστα γίνοιτʹ ἂν παρεξέλεγχος. ἂν δέ τι παράδοξον ἀναγκάζηται λέγειν, ἐνταῦθα μάλιστα προσθετέον τό δοκεῖν. οὕτω γὰρ ἂν οὔτʹ ἔλεγχος οὔτε παράδοξον γίνεσθαι δόξειεν. ἐπεὶ δὲ πῶς αἰτεῖται τό ἐν ἀρχῇ δῆλον, οἴονται δὲ πάντως ἃν ἦ σύνεγγυς ἀναιρετέον, καὶ μὴ συγχωρητέον εἶναι ἔνια, ὡς τό ἐν ἀρχῇ αἰτοῦντος, ὅταν τι τοιοῦτον ἀξιοῖ τις ὃ ἀναγκαῖον μὲν συμβαίνειν ἐκ τῆς θέσεως, ἦ δὲ ψεῦδος ἢ ἄδοξον, ταὐτό λεκτέον. τὰ γὰρ ἐξ ἀνάγκης συμβαίνοντα τῆς αὐτῆς εἶναι δοκεῖ θέσεως. ἔτι ὅταν τό καθόλου μὴ ὀνόματι ληφθῇ ἀλλὰ παραβολῇ, λεκτέον ὅτι οὐχ ὡς ἐδόθη οὐδʹ ὡς προὔτεινε λαμβάνει. καὶ γὰρ παρὰ τοῦτο γίνεται πολλάκις ἔλεγχος.
Ἐξειργόμενον δὲ τούτων ἐπὶ τό μὴ καλῶς δεδεῖχθαι πορευτέον, ἀπαντῶντα κατὰ τόν εἰρημένον διορισμόν.
Ἐν μὲν οὖν τοῖς κυρίως λεγομένοις ὀνόμασιν ἀνάγκη ἀποκρίνεσθαι ἢ ἁπλῶς ἢ διαιρούμενον. ἃ δὲ συνυπονοοῦντες τίθεμεν, οἷον ὅσα μὴ σαφῶς ἀλλὰ κολοβῶς ἐρωτᾶται, [177a] παρὰ τοῦτο συμβαίνει ὁ ἔλεγχος. οἷον ἆρʹ ὃ ἂν ἦ Ἀθηναίων κτῆμά ἐστιν Ἀθηναίων; ναί. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. ἀλλὰ μὴν ὁ ἄνθρωπός ἐστι τῶν ζῴων; ναί. κτῆμα ἄρα ὁ ἄνθρωπος τῶν ζῴων. τόν γὰρ ἄνθρωπον τῶν ζῴων λέγομεν ὅτι ζῷόν ἐστι, καὶ Λύσανδρον τῶν Λακώνων ὅτι Λάκων. δῆλον οὖν ὡς ἐν οἷς ἀσαφὲς τό προτεινόμενον οὐ συγχωρητέον ἁπλῶς.
Ὅταν δὲ δυοῖν ὄντοιν θατέρου μὲν ὄντος ἐξ ἀνάγκης θάτερον εἶναι δοκῇ, θατέρου δὲ τοῦτο μὴ ἐξ ἀνάγκης, ἐρωτώμενον πότερον, δεῖ τό ἔλαττον διδόναι (χαλεπώτερον γὰρ συλλογίσασθαι ἐκ πλειόνων). ἐὰν δʹ ἐπιχειρῇ ὅτι τῷ μὲν ἔστιν ἐναντίον τῷ δʹ οὐκ ἔστιν, ἂν ὁ λόγος ἀληθὴς ἦ, ἐναντίον <εἶναι> φάναι, ὄνομα δὲ μὴ κεῖσθαι τοῦ ἑτέρου.
Ἐπεὶ δʹ ἔνια μὲν ὧν λέγουσιν οἱ πολλοὶ τόν μὴ συγχωροῦντα ψεύδεσθαι ἂν φαῖεν ἔνια δʹ οὔ, οἷον ὅσα ἀμφιδοξοῦσιν (πότερον γὰρ φθαρτὴ ἢ ἀθάνατος ἡ ψυχὴ τῶν ζῴων, οὐ διώρισται τοῖς πολλοῖς)_ἐν οἷς οὖν ἄδηλον ποτέρως εἴωθε λέγεσθαι τό προτεινόμενον, πότερον ὡς αἱ γνῶμαι (καλοῦσι γὰρ γνώμας καὶ τὰς ἀληθεῖς δόξας καὶ τὰς ὅλας ἀποφάνσεις) ἢ ὡς ἡ διάμετρος ἀσύμμετρός ἐστι, οὗ τό ἀληθὲς ἀμφιδοξεῖται, μάλιστα μεταφέρων ἄν τις λανθάνοι τὰ ὀνόματα περὶ τούτων. διὰ μὲν γὰρ τό ἄδηλον εἶναι ποτέρως ἔχει τἀληθές, οὐ δόξει σοφίζεσθαι, διὰ δὲ τό ἀμφιδοξεῖν οὐ δόξει ψεύδεσθαι. ἡ γὰρ μεταφορὰ ποιήσει τόν λόγον ἀνεξέλεγκτον.
Ἔτι ὅσα ἄν τις προαισθάνηται τῶν ἐρωτημάτων, προενστατέον καὶ προαγορευτέον. οὕτω γὰρ ἂν μάλιστα τόν πυνθανόμενον κωλύσειεν.
Κεφάλαιον ιηʹ
Ἐπεὶ δʹ ἐστὶν ἡ μὲν ὀρθὴ λύσις ἐμφάνισις ψευδοῦς συλλογισμοῦ, παρʹ ὁποίαν ἐρώτησιν συμβαίνει τό ψεῦδος, ὁ δὲ ψευδὴς συλλογισμός λέγεται διχῶς (ἢ γὰρ εἰ συλλελόγισται ψεῦδος, ἢ εἰ μὴ ὢν συλλογισμός δοκεῖ εἶναι συλλογισμός), εἴη ἂν ἥ τε εἰρημένη νῦν λύσις καὶ ἡ τοῦ φαινομένου συλλογισμοῦ παρʹ ὅ τι φαίνεται τῶν ἐρωτημάτων διόρθωσις, ὥστε συμβαίνει τῶν λόγων τοὺς μὲν συλλελογισμένους ἀνελόντα, τοὺς δὲ φαινομένους διελόντα λύειν. πάλιν δʹ ἐπεὶ τῶν συλλελογισμένων λόγων οἱ μὲν ἀληθὲς οἱ δὲ ψεῦδος ἔχουσι τό συμπέρασμα, τοὺς μὲν κατὰ τό συμπέρασμα ψευδεῖς διχῶς ἐνδέχεται λύειν. καὶ γὰρ τῷ ἀνελεῖν τι τῶν ἠρωτημένων καὶ τῷ δεῖξαι τό συμπέρασμα ἔχον οὐχ οὕτως. [177b] τοὺς δὲ κατὰ τὰς προτάσεις τῷ ἀνελεῖν τι μόνον. τό γὰρ συμπέρασμα ἀληθές. ὥστε τοῖς βουλομένοις λύειν λόγον πρῶτον μὲν σκεπτέον εἰ συλλελόγισται ἢ ἀσυλλόγιστος, εἶτα πότερον ἀληθὲς τό συμπέρασμα ἢ ψεῦδος, ὅπως ἢ διαιροῦντες ἢ ἀναιροῦντες λύωμεν, καὶ ἀναιροῦντες ἢ ὧδε ἢ ὧδε, καθάπερ ἐλέχθη πρότερον. διαφέρει δὲ πλεῖστον ἐρωτώμενόν τε καὶ μὴ λύειν λόγον. τό μὲν γὰρ προϊδεῖν χαλεπόν, τό δὲ κατὰ σχολὴν ἰδεῖν ῥᾷον.
Κεφάλαιον ιθʹ
Τῶν μὲν οὖν παρὰ τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν ἐλέγχων οἱ μὲν ἔχουσι τῶν ἐρωτημάτων τι πλείω σημαῖνον, οἱ δὲ τό συμπέρασμα πολλαχῶς λεγόμενον. οἷον ἐν μὲν τῷ σιγῶντα λέγειν τό συμπέρασμα διττόν, ἐν δὲ τῷ μὴ συνεπίστασθαι τόν ἐπιστάμενον ἓν τῶν ἐρωτημάτων ἀμφίβολον. καὶ τό διττόν ὁτὲ μὲν ἔστιν ὁτὲ δʹ οὐκ ἔστιν, ἀλλὰ σημαίνει τό διττόν τό μὲν ὂν τό δʹ οὐκ ὄν.
Ὅσοις μὲν οὖν ἐν τῷ τέλει τό πολλαχῶς, ἂν μὴ προσλάβῃ τὴν ἀντίφασιν οὐ γίνεται ἔλεγχος, οἷον ἐν τῷ τόν τυφλόν ὁρᾶν. ἄνευ γὰρ ἀντιφάσεως οὐκ ἦν ἔλεγχος. ὅσοις δʹ ἐν τοῖς ἐρωτήμασιν, οὐκ ἀνάγκη προαποφῆσαι τό διττόν. οὐ γὰρ πρός τοῦτο ἀλλὰ διὰ τοῦτο ὁ λόγος. ἐν ἀρχῇ μὲν οὖν πρός τό διπλοῦν καὶ ὄνομα καὶ λόγον οὕτως ἀποκριτέον, ὅτι ἔστιν ὡς, ἔστι δʹ ὡς οὔ, ὥσπερ τῷ σιγῶντα λέγειν ὅτι ἔστιν ὡς, ἔστι δʹ ὡς οὔ, καὶ τὰ δέοντα πρακτέον ἔστιν ἅ, ἔστι δʹ ἃ οὔ. τὰ γὰρ δέοντα λέγεται πολλαχῶς. ἐὰν δὲ λάθῃ, ἐπὶ τέλει προστιθέντα τῇ ἐρωτήσει διορθωτέον. ἆρʹ ἔστι σιγῶντα λέγειν;, οὔ, ἀλλὰ τόνδε σιγῶντα. καὶ ἐν τοῖς ἔχουσι δὲ τό πλεοναχῶς ἐν ταῖς προτάσεσιν ὁμοίως. οὐκ ἄρα συνεπίστανται ὅ τι ἐπίστανται;, ναί, ἀλλʹ οὐχ οἱ οὕτως ἐπιστάμενοι. οὐ γὰρ ταὐτόν ἐστιν ὅτι οὐκ ἔστι συνεπίστασθαι καὶ ὅτι τοὺς ὡδὶ ἐπισταμένους οὐκ ἔστιν. ὅλως τε μαχετέον, ἂν καὶ ἁπλῶς συλλογίζηται, ὅτι οὐχ ὃ ἔφησεν ἀπέφησε πρᾶγμα ἀλλʹ ὄνομα, ὥστʹ οὐκ ἔλεγχος.
Κεφάλαιον κʹ
Φανερόν δὲ καὶ τοὺς παρὰ τὴν διαίρεσιν καὶ σύνθεσιν πῶς λυτέον. ἂν γὰρ διαιρούμενος καὶ συντιθέμενος ὁ λόγος ἕτερον σημαίνῃ, συμπεραινομένου τοὐναντίον λεκτέον. εἰσὶ δὲ πάντες οἱ τοιοῦτοι λόγοι παρὰ τὴν σύνθεσιν ἢ διαίρεσιν. ἆρʹ ᾧ εἶδες σὺ τοῦτον τυπτόμενον, τούτῳ ἐτύπτετο οὗτος; καὶ ᾧ ἐτύπτετο, τούτῳ σὺ εἶδες;. ἔχει μὲν οὖν τι κἀκ τῶν ἀμφιβόλων [178a] ἐρωτημάτων, ἀλλʹ ἔστι παρὰ σύνθεσιν. οὐ γάρ ἐστι διττόν τό παρὰ τὴν διαίρεσιν. οὐ γὰρ ὁ αὐτός λόγος γίνεται, διαιρούμενος, εἴπερ μὴ <ὡς> καὶ τό ὄρος, [καὶ] ὅρος τῇ προσῳδίᾳ λεχθέν, σημαίνει ἕτερον. ἀλλʹ ἐν μὲν τοῖς γεγραμμένοις τό αὐτό <τό> ὄνομα, ὅταν ἐκ τῶν αὐτῶν στοιχείων γεγραμμένον ἦ καὶ ὡσαύτως (κἀκεῖ δʹ ἤδη παράσημα ποιοῦνται), τὰ δὲ φθεγγόμενα οὐ ταὐτά. ὥστʹ οὐ διττόν τό παρὰ διαίρεσιν. φανερόν δὲ καὶ ὅτι οὐ πάντες οἱ ἔλεγχοι παρὰ τό διττόν, καθάπερ τινές φασιν.
Διαιρετέον οὖν τῷ ἀποκρινομένῳ. οὐ γὰρ ταὐτό <τό> ἰδεῖν τοῖς ὀφθαλμοῖς τυπτόμενον καὶ τό φάναι ἰδεῖν τοῖς ὀφθαλμοῖς τυπτόμενον. καὶ ὁ Εὐθυδήμου δὲ λόγος ἆρʹ οἶδας σὺ νῦν οὔσας ἐν Πειραιεῖ τριήρεις ἐν Σικελίᾳ ὤν; καὶ πάλιν ἆρʹ ἔστιν ἀγαθόν ὄντα σκυτέα μοχθηρόν εἶναι; εἴη δʹ ἄν τις ἀγαθός ὢν σκυτεὺς μοχθηρός. ὥστʹ ἔσται ἀγαθός σκυτεὺς μοχθηρός. ἆρʹ ὧν αἱ ἐπιστῆμαι σπουδαῖαι, σπουδαῖα τὰ μαθήματα; τοῦ δὲ κακοῦ σπουδαία ἡ ἐπιστήμη. σπουδαῖον ἄρα μάθημα τό κακόν. ἀλλὰ μὴν καὶ κακόν καὶ μάθημα τό κακόν, ὥστε κακόν μάθημα τό κακόν. ἀλλʹ ἔστι κακῶν σπουδαία ἡ ἐπιστήμη. ἆρʹ ἀληθὲς εἰπεῖν νῦν ὅτι σὺ γέγονας; γέγονας ἄρα νῦν. ἢ ἄλλο σημαίνει διαιρεθέν; ἀληθὲς γὰρ εἰπεῖν νῦν ὅτι σὺ γέγονας, ἀλλʹ οὐ νῦν γέγονας. ἆρʹ ὡς δύνασαι καὶ ἃ δύνασαι, οὕτως καὶ ταῦτα ποιήσαις ἄν; οὐ κιθαρίζων δʹ ἔχεις δύναμιν τοῦ κιθαρίζειν. κιθαρίσαις ἂν ἄρα οὐ κιθαρίζων. ἢ οὐ τούτου ἔχει τὴν δύναμιν, τοῦ οὐ κιθαρίζων κιθαρίζειν, ἀλλʹ, ὅτε οὐ ποιεῖ, τοῦ ποιεῖν.
Λύουσι δέ τινες τοῦτον καὶ ἄλλως. εἰ γὰρ ἔδωκεν ὡς δύναται ποιεῖν, οὔ φασι συμβαίνειν μὴ κιθαρίζοντα κιθαρίζειν. οὐ γὰρ πάντως ὡς δύναται ποιεῖν δεδόσθαι ποιήσειν. οὐ ταὐτό δʹ εἶναι ὡς δύναται καὶ πάντως ὡς δύναται ποιεῖν. ἀλλὰ φανερόν ὅτι οὐ καλῶς λύουσιν. τῶν γὰρ παρὰ ταὐτόν λόγων ἡ αὐτὴ λύσις, αὕτη δʹ οὐχ ἁρμόσει ἐπὶ πάντας οὐδὲ πάντως ἐρωτωμένοις, ἀλλʹ ἔστι πρός τόν ἐρωτῶντα, οὐ πρός τόν λόγον.
Κεφάλαιον καʹ
Παρὰ δὲ τὴν προσῳδίαν λόγοι μὲν οὐκ εἰσίν, οὔτε τῶν γεγραμμένων οὔτε τῶν λεγομένων, πλὴν εἴ τινες ὀλίγοι γένοιντʹ ἄν, οἷον οὗτος ὁ λόγος. ἆρά γʹ ἐστὶ τό οὗ καταλύεις οἰκία; ναί. οὐκοῦν τό ʹοὐ καταλύειςʹ τοῦ ʹκαταλύειςʹ ἀπόφασις; [178b] ναί. ἔφησας δʹ εἶναι τό οὗ καταλύεις οἰκίαν. ἡ οἰκία ἄρα ἀπόφασις. ὡς δὴ λυτέον, δῆλον. οὐ γὰρ τό αὐτό σημαίνει ὀξύτερον τό δὲ βαρύτερον ῥηθέν.
Κεφάλαιον κβʹ
Δῆλον δὲ καὶ τοῖς παρὰ τό ὡσαύτως λέγεσθαι τὰ μὴ ταὐτὰ πῶς ἀπαντητέον, ἐπείπερ ἔχομεν τὰ γένη τῶν κατηγοριῶν. ὁ μὲν γὰρ ἔδωκεν ἐρωτηθεὶς μὴ ὑπάρχειν τι τούτων ὅσα τί ἐστι σημαίνει. ὁ δʹ ἔδειξεν ὑπάρχον τι τῶν πρός τι ἢ ποσῶν, δοκούντων δὲ τί ἐστι σημαίνειν διὰ τὴν λέξιν. οἷον ἐν τῷδε τῷ λόγῳ. ἆρʹ ἐνδέχεται τό αὐτό ἅμα ποιεῖν
τε καὶ πεποιηκέναι; οὔ. ἀλλὰ μὴν ὁρᾶν γέ τι ἅμα καὶ ἑωρακέναι τό αὐτό καὶ κατὰ ταὐτό ἐνδέχεται. ἆρʹ ἔστι τι τῶν πάσχειν ποιεῖν τι; οὔ. οὐκοῦν τό τέμνεται καίεται αἰσθάνεται ὁμοίως λέγεται καὶ πάντα πάσχειν τι σημαίνει; πάλιν δὲ τό λέγειν τρέχειν ὁρᾶν ὁμοίως ἀλλήλοις λέγεται. ἀλλὰ μὴν τό γʹ ὁρᾶν αἰσθάνεσθαί τί ἐστιν, ὥστε καὶ πάσχειν τι ἅμα καὶ ποιεῖν. εἰ δή τις ἐκεῖ, δοὺς μὴ ἐνδέχεσθαι ἅμα ταὐτό ποιεῖν καὶ πεποιηκέναι, τό ὁρᾶν καὶ ἑωρακέναι φαίη ἐγχωρεῖν, οὔπω ἐλήλεγκται, εἰ μὴ λέγοι τό ὁρᾶν ποιεῖν τι ἀλλὰ πάσχειν. προσδεῖται γὰρ τούτου τοῦ ἐρωτήματος. ἀλλʹ ὑπό τοῦ ἀκούοντος ὑπολαμβάνεται δεδωκέναι, ὅτε τό τέμνειν ποιεῖν τι καὶ τό τετμηκέναι πεποιηκέναι ἔδωκε καὶ ὅσα ἄλλα ὁμοίως λέγεται. τό γὰρ λοιπόν αὐτός προστίθησιν ὁ ἀκούων ὡς ὁμοίως λεγόμενον. τό δὲ λέγεται μὲν οὐχ ὁμοίως, φαίνεται δὲ διὰ τὴν λέξιν. τό αὐτό δὲ συμβαίνει ὅπερ ἐν ταῖς ὁμωνυμίαις. οἴεται γὰρ ἐν τοῖς ὁμωνύμοις ὁ ἀγνὼς τῶν λόγων ὃ ἔφησεν ἀποφῆσαι πρᾶγμα, οὐκ ὄνομα. τῷ δὲ ἔτι προσδεῖ ἐρωτήματος εἰ ἐφʹ ἓν βλέπων λέγει τό ὁμώνυμον. οὕτως γὰρ δόντος ἔσται ἔλεγχος.
Ὅμοιοι δὲ καὶ οἵδε οἱ λόγοι τούτοις, εἰ ὅ τις ἔχων ὕστερον μὴ ἔχει, ἀπέβαλεν. ὁ γὰρ ἕνα μόνον ἀποβαλὼν ἀστράγαλον οὐχ ἕξει δέκα ἀστραγάλους. ἢ ὃ μὲν μὴ ἔχει πρότερον ἔχων, ἀποβέβληκεν, ὅσα δὲ μὴ ἔχει ἧ ὅσα, οὐκ ἀνάγκη τοσαῦτα ἀποβαλεῖν; ἐρωτήσας οὖν ὃ ἔχει, συνάγει ἐπὶ τοῦ ὅσα. τὰ γὰρ δέκα ποσά. εἰ οὖν ἤρετο ἐξ ἀρχῆς, [εἰ] ὅσα τις μὴ ἔχει πρότερον ἔχων, ἆρά γε ἀποβέβληκε τοσαῦτα;, οὐδεὶς ἂν ἔδωκεν, ἀλλʹ ἢ τοσαῦτα ἢ τούτων τι. καὶ ὅτι δοίη ἄν τις ὃ μὴ ἔχει. οὐ γὰρ ἔχει ἕνα μόνον ἀστράγαλον. ἢ οὐ δέδωκεν ὃ οὐκ εἶχεν, ἀλλʹ ὡς οὐκ εἶχε, τόν ἕνα. τό γὰρ μόνον οὐ τόδε σημαίνει οὐδὲ τοιόνδε οὐδὲ τοσόνδε, ἀλλʹ [179a] ὡς ἔχει πρός τι, οἷον ὅτι οὐ μετʹ ἄλλου, ὥσπερ ἂν εἰ ἤρετο ἆρʹ ὃ μή τις ἔχει δοίη ἄν;, μὴ φάντος δὲ ἔροιτο εἰ δοίη ἄν τίς τι ταχέως μὴ ἔχων ταχέως, φήσαντος δὲ συλλογίζοιτο ὅτι δοίη ἄν τις ὃ μὴ ἔχει. καὶ φανερόν ὅτι οὐ συλλελόγισται. τό γὰρ ταχέως οὐ τόδε διδόναι ἀλλʹ ὧδε διδόναι ἐστίν. ὡς δὲ μὴ ἔχει τις, δοίη ἄν, οἷον ἡδέως ἔχων δοίη ἂν λυπηρῶς.
Ὅμοιοι δὲ καὶ οἱ τοιοίδε πάντες. ἆρʹ ἧ μὴ ἔχει χειρὶ τύπτοι ἄν, ἢ ᾧ μὴ ἔχει ὀφθαλμῷ ἴδοι ἄν; οὐ γὰρ ἔχει ἕνα μόνον. λύουσι μὲν οὖν τινες λέγοντες ὡς καὶ ἔχει ἕνα μόνον καὶ ὀφθαλμόν καὶ ἄλλʹ ὁτιοῦν ὁ πλείω ἔχων. οἱ δὲ ὡς καὶ ὃ ἔχει ἔλαβεν. ἐδίδου γὰρ μίαν μόνον οὗτος ψῆφον. καὶ οὗτός γʹ ἔχει, φασί, μίαν μόνον παρὰ τούτου ψῆφον. οἱ δέ, εὐθὺς τὴν ἐρώτησιν ἀναιροῦντες, ὅτι ἐνδέχεται ὃ μὴ ἔλαβεν ἔχειν, οἷον οἶνον λαβόντα ἡδύν, διαφθαρέντος ἐν τῇ λήψει ἔχειν ὀξύν. ἀλλʹ ὅπερ ἐλέχθη καὶ πρότερον, οὗτοι πάντες οὐ πρός τόν λόγον ἀλλὰ πρός τόν ἄνθρωπον λύουσιν. εἰ γὰρ ἦν αὕτη λύσις, δόντα τό ἀντικείμενον οὐχ οἷόν τε λύειν, καθάπερ ἐπὶ τῶν ἄλλων. οἷον εἰ ἔστι μὲν ὅ, ἔστι δʹ ὃ οὔ ἡ λύσις, ἂν ἁπλῶς δῷ λέγεσθαι, συμπεραίνεται. ἐὰν δὲ μὴ συμπεραίνηται, οὐκ ἂν εἴη <ἡ> λύσις. ἐν δὲ τοῖς προειρημένοις οὐδὲ πάντων διδομένων φαμὲν γίνεσθαι συλλογισμόν.
Ἔτι δὲ καὶ οἵδʹ εἰσὶ τούτων τῶν λόγων. ἆρʹ ὃ γέγραπται, γέγραφέ τις; γέγραπται δὲ νῦν ὅτι σὺ κάθησαι, ψευδὴς λόγος. ἦν δʹ ἀληθής, ὅτʹ ἐγράφετο. ἅμα ἄρα ἐγράφετο ψευδὴς καὶ ἀληθής. τό γὰρ ψευδῆ ἢ ἀληθῆ λόγον ἢ δόξαν εἶναι οὐ τόδε ἀλλὰ τοιόνδε σημαίνει. ὁ γὰρ αὐτός λόγος καὶ ἐπὶ τῆς δόξης. καὶ ἆρʹ ὃ μανθάνει ὁ μανθάνων, τοῦτʹ ἔστιν ὃ μανθάνει; μανθάνει δέ τις τό βραδὺ ταχύ. οὐ τοίνυν ὃ μανθάνει ἀλλʹ ὡς μανθάνει εἴρηκεν. καὶ ἆρʹ ὃ βαδίζει τις πατεῖ βαδίζει δὲ τὴν ἡμέραν ὅλην. ἢ οὐχ ὃ βαδίζει ἀλλʹ ὅτε βαδίζει εἴρηκεν, οὐδὲ τό τὴν κύλικα πίνειν ὃ πίνει ἀλλʹ ἐξ οὗ. καὶ ἆρʹ ὅ τις οἶδεν, ἢ μαθὼν ἢ εὑρὼν οἶδεν; ὧν δὲ τό μὲν εὗρε τό δʹ ἔμαθε, τὰ ἄμφω οὐδέτερον. ἢ ὃ μὲν ἅπαν, ἃ δʹ οὐχ ἅπαντα; καὶ ὅτι ἔστι τις τρίτος ἄνθρωπος παρʹ αὐτόν καὶ τοὺς καθʹ ἕκαστον. τό γὰρ ἄνθρωπος καὶ ἅπαν τό κοινόν οὐ τόδε τι ἀλλὰ τοιόνδε τι ἢ ποσόν ἢ πρός τι ἢ τῶν τοιούτων τι σημαίνει. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ Κορίσκος [179b] καὶ Κορίσκος μουσικός, πότερον ταὐτόν ἢ ἕτερον; τό μὲν γὰρ τόδε τι, τό δὲ τοιόνδε σημαίνει, ὥστʹ οὐκ ἔστιν αὐτό ἐκθέσθαι. οὐ τό ἐκτίθεσθαι δὲ ποιεῖ τόν τρίτον ἄνθρωπον, ἀλλὰ τό ὅπερ τόδε τι εἶναι συγχωρεῖν. οὐ γὰρ ἔστι τόδε τι εἶναι, ὥσπερ Καλλίας, καὶ ὅπερ ἄνθρωπός ἐστιν. οὐδʹ εἴ τις τό ἐκτιθέμενον μὴ ὅπερ τόδε τι εἶναι λέγοι ἀλλʹ ὅπερ ποιόν, οὐδὲν διοίσει. ἔσται γὰρ τό παρὰ τοὺς πολλοὺς ἕν τι, οἷον τό ἄνθρωπος. φανερόν οὖν ὅτι οὐ δοτέον τόδε τι εἶναι τό κοινῇ κατηγορούμενον ἐπὶ πᾶσιν, ἀλλʹ ἤτοι ποιόν ἢ πρός τι ἢ ποσόν ἢ τῶν τοιούτων τι σημαίνειν.
Κεφάλαιον κγʹ
Ὅλως δʹ ἐν τοῖς παρὰ τὴν λέξιν λόγοις ἀεὶ κατὰ τό ἀντικείμενον ἔσται ἡ λύσις ἢ παρʹ ὅ ἐστιν ὁ λόγος. οἷον εἰ παρὰ σύνθεσιν ὁ λόγος, ἡ λύσις διελόντι, εἰ δὲ παρὰ διαίρεσιν, συνθέντι. πάλιν εἰ παρὰ προσῳδίαν ὀξεῖαν, ἡ βαρεῖα προσῳδία λύσις, εἰ δὲ παρὰ βαρεῖαν, ἡ ὀξεῖα. εἰ δὲ παρʹ ὁμωνυμίαν, ἔστι τό ἀντικείμενον ὄνομα εἰπόντα λύειν. οἷον, εἰ ἄψυχον συμβαίνει λέγειν, ἀποφήσαντα μὴ εἶναι δηλοῦν ὡς ἔστιν ἔμψυχον. εἰ δʹ ἄψυχον ἔφησεν, ὁ δʹ ἔμψυχον συνελογίσατο, [λέγειν] ὡς ἔστιν ἄψυχον. ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἀμφιβολίας. εἰ δὲ παρʹ ὁμοιότητα λέξεως, τό ἀντικείμενον ἔσται λύσις. ἆρʹ ὃ μὴ ἔχει, δοίη ἄν τις; ἢ οὐχ ὃ μὴ ἔχει, ἀλλʹ ὡς οὐκ ἔχει, οἷον ἕνα μόνον ἀστράγαλον. ἆρʹ ὃ ἐπίσταται, μαθὼν ἢ εὑρὼν ἐπίσταται; ἀλλʹ οὐχ ἃ ἐπίσταται. καὶ εἰ ὃ βαδίζει πατεῖ, ἀλλʹ οὐχ ὅτε. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
Κεφάλαιον κδʹ
Πρός δὲ τοὺς παρὰ τό συμβεβηκός μία μὲν ἡ αὐτὴ λύσις πρός ἅπαντας. ἐπεὶ γὰρ ἀδιόριστόν ἐστι τό πότε λεκτέον ἐπὶ τοῦ πράγματος ὅταν ἐπὶ τοῦ συμβεβηκότος ὑπάρχῃ, καὶ ἐπʹ ἐνίων μὲν δοκεῖ καὶ φασίν, ἐπʹ ἐνίων δʹ οὔ φασιν ἀναγκαῖον εἶναι, ῥητέον οὖν συμβιβασθέντος ὁμοίως πρός ἅπαντας ὅτι οὐκ ἀναγκαῖον, ἔχειν δὲ δεῖ προφέρειν τό οἷον. εἰσὶ δὲ πάντες οἱ τοιοίδε τῶν λόγων παρὰ τό συμβεβηκός. ἆρʹ οἶδας ὃ μέλλω σε ἐρωτᾶν; ἆρʹ οἶδας τόν προσιόντα, ἢ τόν ἐγκεκαλυμμένον; ἆρʹ ὁ ἀνδριὰς σόν ἐστιν ἔργον, ἢ σός ὁ κύων πατήρ; ἆρα τὰ ὀλιγάκις ὀλίγα ὀλίγα; φανερόν γὰρ ἐν ἅπασι τούτοις ὅτι οὐκ ἀνάγκη τό κατὰ τοῦ συμβεβηκότος καὶ κατὰ τοῦ πράγματος ἀληθεύεσθαι. μόνοις γὰρ τοῖς κατὰ τὴν οὐσίαν ἀδιαφόροις καὶ ἓν οὖσιν ἅπαντα δοκεῖ ταὐτὰ ὑπάρχειν. τῷ δʹ ἀγαθῷ οὐ ταὐτόν ἐστιν ἀγαθῷ [180a] τʹ εἶναι καὶ μέλλοντι ἐρωτᾶσθαι, οὐδὲ τῷ προσιόντι ἢ ἐγκεκαλυμμένῳ προσιόντι τε εἶναι καὶ Κορίσκῳ. ὥστʹ οὐκ εἰ οἶδα τόν Κορίσκον, ἀγνοῶ δὲ τόν προσιόντα, τόν αὐτόν οἶδα καὶ ἀγνοῶ. οὐδʹ εἰ τοῦτʹ ἔστιν ἐμόν, ἔστι δʹ ἔργον, ἐμόν ἐστιν ἔργον, ἀλλʹ ἢ κτῆμα ἢ πρᾶγμα ἢ ἄλλο τι. τόν αὐτόν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων.
Λύουσι δέ τινες διαιροῦντες τὴν ἐρώτησιν. φασὶ γὰρ ἐνδέχεσθαι ταὐτό πρᾶγμα εἰδέναι καὶ ἀγνοεῖν, ἀλλὰ μὴ κατὰ ταὐτό. τόν οὖν προσιόντα οὐκ εἰδότες, τόν δὲ Κορίσκον εἰδότες, ταὐτό μὲν εἰδέναι καὶ ἀγνοεῖν φασιν, ἀλλʹ οὐ κατὰ ταὐτό. καίτοι πρῶτον μέν, καθάπερ ἤδη εἴπομεν, δεῖ τῶν παρὰ ταὐτό λόγων τὴν αὐτὴν εἶναι διόρθωσιν. αὕτη δʹ οὐκ ἔσται, ἄν τις μὴ ἐπὶ τοῦ εἰδέναι ἀλλʹ ἐπὶ τοῦ εἶναι ἤ πως ἔχειν τό αὐτό ἀξίωμα λαμβάνῃ, οἷον εἰ ὅδε ἐστὶ πατήρ, ἔστι δὲ σός. εἰ γὰρ ἐπʹ ἐνίων τοῦτʹ ἔστιν ἀληθὲς καὶ ἐνδέχεται τό αὐτό εἰδέναι καὶ ἀγνοεῖν, ἀλλʹ ἐνταῦθα οὐδὲν κοινωνεῖ τό λεχθέν. οὐδὲν δὲ κωλύει τόν αὐτόν λόγον πλείους μοχθηρίας ἔχειν, ἀλλʹ οὐχ ἡ πάσης μοχθηρίας ἐμφάνισις λύσις ἐστίν. ἐγχωρεῖ γὰρ ὅτι μὲν ψεῦδος συλλελόγισται δεῖξαί τινα, παρʹ ὃ δὲ μὴ δεῖξαι, οἷον τόν Ζήνωνος λόγον, ὅτι οὐκ ἔστι κινηθῆναι. ὥστε καὶ εἴ τις ἐπιχειρεῖ συνάγειν ὡς δυνατόν, ἁμαρτάνει, κἂν [εἰ] μυριάκις ἦ συλλελογισμένος. οὐ γάρ ἐστιν αὕτη λύσις. ἦν γὰρ ἡ λύσις ἐμφάνισις ψευδοῦς συλλογισμοῦ παρʹ ὃ ψευδής. εἰ οὖν μὴ συλλελόγισται, ʺεἰ καὶ ἀληθὲς ἢ ψεῦδοςʺ ἐπιχειρεῖ συνάγειν, ἡ ἐκείνου δήλωσις λύσις ἐστίν. ἴσως δὲ καὶ τοῦτʹ ἐπʹ ἐνίων οὐδὲν κωλύει συμβαίνειν. πλὴν ἐπί γε τούτων οὐδὲ τοῦτο δόξειεν ἄν. καὶ γὰρ τόν Κορίσκον ὅτι Κορίσκος οἶδε καὶ τό προσιόν ὅτι προσιόν. ἐνδέχεσθαι δὲ δοκεῖ τό αὐτό εἰδέναι καὶ μή, οἷον ὅτι μὲν λευκόν εἰδέναι, ὅτι δὲ μουσικόν μὴ γνωρίζειν. οὕτω γὰρ τό αὐτό οἶδε καὶ οὐκ οἶδεν, ἀλλʹ οὐ κατὰ ταὐτόν. τό δὲ προσιόν καὶ Κορίσκον <ὄν>, καὶ ὅτι προσιόν καὶ ὅτι Κορίσκος, οἶδεν.
Ὁμοίως δʹ ἁμαρτάνουσι καὶ οἱ λύοντες ὅτι ἅπας ἀριθμός ὀλίγος, ὥσπερ οὓς εἴπομεν. εἰ γάρ, μὴ συμπεραινομένου, τοῦτο παραλιπόντες ἀληθὲς συμπεπεράνθαι φασί (πάντα γὰρ εἶναι καὶ πολὺν καὶ ὀλίγον), ἁμαρτάνουσιν.
Ἔνιοι δὲ καὶ τῷ διττῷ λύουσι τοὺς συλλογισμούς, οἷον ὅτι σός ἐστι πατὴρ ἢ υἱός ἢ δοῦλος. καίτοι φανερόν ὡς εἰ [180b] παρὰ τό πολλαχῶς λέγεσθαι φαίνεται ὁ ἔλεγχος, δεῖ τοὔνομα ἢ τόν λόγον κυρίως εἶναι πλειόνων. τό δὲ τόνδʹ εἶναι τοῦδε τέκνον οὐδεὶς λέγει κυρίως, εἰ δεσπότης ἐστὶ τέκνου, ἀλλὰ παρὰ τό συμβεβηκός ἡ σύνθεσίς ἐστιν. ἆρʹ ἐστὶ τοῦτο σόν; ναί. ἔστι δὲ τοῦτο τέκνον. σόν ἄρα τοῦτο τέκνον. ἀλλʹ οὐ σόν τέκνον ὅτι συμβέβηκεν εἶναι καὶ σόν καὶ τέκνον.
Καὶ τό εἶναι τῶν κακῶν τι ἀγαθόν. ἡ γὰρ φρόνησίς ἐστιν ἐπιστήμη τῶν κακῶν. τό δὲ τοῦτο τούτων εἶναι οὐ λέγεται πολλαχῶς, ἀλλὰ κτῆμα. εἰ δʹ ἄρα πολλαχῶς (καὶ γὰρ τόν ἄνθρωπον τῶν ζῴων φαμὲν εἶναι, ἀλλʹ οὔ τι κτῆμα. καὶ ἐάν τι πρός τὰ κακὰ λέγηται ὡς τινός, διὰ τοῦτο τῶν κακῶν ἐστιν, ἀλλʹ οὐ τοῦτο τῶν κακῶν), παρὰ τό πῂ οὖν καὶ ἁπλῶς φαίνεται. καίτοι ἐνδέχεται ἴσως ἀγαθόν εἶναί τι τῶν κακῶν διττῶς, ἀλλʹ οὐκ ἐπὶ τοῦ λόγου τούτου, ἀλλʹ εἴ τι δοῦλον εἴη ἀγαθόν μοχθηροῦ, μᾶλλον. ἴσως δʹ οὐδʹ οὕτως. οὐ γὰρ εἰ ἀγαθόν καὶ τούτου, ἀγαθόν τούτου ἅμα. οὐδὲ τό τόν ἄνθρωπον φάναι τῶν ζῴων εἶναι [οὐ] λέγεται πολλαχῶς. οὐ γὰρ εἴ ποτέ τι σημαίνομεν ἀφελόντες, τοῦτο λέγεται πολλαχῶς. καὶ γὰρ τό ἥμισυ εἰπόντες τοῦ ἔπους δός μοι Ἰλιάδα σημαίνομεν, οἷον τό ʺμῆνιν ἄειδε, θεάʺ.
Κεφάλαιον κεʹ
Τοὺς δὲ παρὰ τό κυρίως τόδε ἢ πῂ ἢ ποὺ ἢ πὼς ἢ πρός τι λέγεσθαι, καὶ μὴ ἁπλῶς, λυτέον σκοποῦντι τό συμπέρασμα πρός τὴν ἀντίφασιν, εἰ ἐνδέχεται τούτων τι πεπονθέναι. τὰ γὰρ ἐναντία καὶ τὰ ἀντικείμενα καὶ φάσιν καὶ ἀπόφασιν ἁπλῶς μὲν ἀδύνατον ὑπάρχειν τῷ αὐτῷ, πῂ μέντοι ἑκάτερον ἢ πρός τι ἢ πώς, ἢ τό μὲν πῂ τό δʹ ἁπλῶς, οὐδὲν κωλύει. ὥστʹ εἰ τόδε μὲν ἁπλῶς τόδε δὲ πῄ, οὔπω ἔλεγχος, τοῦτο δʹ ἐν τῷ συμπεράσματι θεωρητέον πρός τὴν ἀντίφασιν.
Εἰσὶ δὲ πάντες οἱ τοιοῦτοι λόγοι τοῦτʹ ἔχοντες. ἆρʹ ἐνδέχεται τό μὴ ὂν εἶναι; ἀλλὰ μὴν ἔστι γέ τι μὴ ὄν. ὁμοίως δὲ καὶ τό ὂν οὐκ ἔσται. οὐ γὰρ ἔσται τι τῶν ὄντων. ἆρʹ ἐνδέχεται τόν αὐτόν ἅμα εὐορκεῖν καὶ ἐπιορκεῖν; ἆρʹ ἐγχωρεῖ τόν αὐτόν ἅμα τῷ αὐτῷ πείθεσθαι καὶ ἀπειθεῖν; ἢ οὔτε τό εἶναί τι καὶ εἶναι ταὐτόν (τό γὰρ μὴ ὂν οὐκ εἰ ἔστι τι, καὶ ἔστιν ἁπλῶς), οὔτʹ εἰ εὐορκεῖ τόδε ἢ τῇδε, ἀνάγκη καὶ εὐορκεῖν (ὁ γὰρ ὀμόσας ἐπιορκήσειν εὐορκεῖ ἐπιορκῶν τοῦτο [181a] μόνον, εὐορκεῖ δὲ οὔ). οὐδʹ ὁ ἀπειθῶν πείθεται, ἀλλὰ τὶ πείθεται. ὅμοιος δʹ ὁ λόγος καὶ περὶ τοῦ ψεύδεσθαι τόν αὐτόν ἅμα καὶ ἀληθεύειν, ἀλλὰ διὰ τό μὴ εἶναι εὐθεώρητον πότερον ἄν τις ἀποδοίη, τό ἁπλῶς ἀληθεύειν ἢ ψεύδεσθαι, δύσκολον φαίνεται. κωλύει δʹ αὐτόν οὐδὲν ἁπλῶς μὲν εἶναι ψευδῆ πῂ δʹ ἀληθῆ ἤ τινος, καὶ εἶναι ἀληθῆ τινά, ἀληθῆ δὲ αὐτόν μή. ὁμοίως δὲ καὶ ἐπὶ τῶν πρός τι καὶ ποὺ καὶ ποτέ. πάντες γὰρ οἱ τοιοῦτοι λόγοι παρὰ τοῦτο συμβαίνουσιν. ἆρʹ ἡ ὑγίεια ἢ ὁ πλοῦτος ἀγαθόν; ἀλλὰ τῷ ἄφρονι καὶ μὴ ὀρθῶς χρωμένῳ οὐκ ἀγαθόν. ἀγαθόν ἄρα καὶ οὐκ ἀγαθόν. ἆρα τό ὑγιαίνειν ἢ δύνασθαι ἐν πόλει βέλτιον; ἀλλʹ ἔστιν ὅτε οὐ βέλτιον. ταὐτόν ἄρα τῷ αὐτῷ ἀγαθόν καὶ οὐκ ἀγαθόν. ἢ οὐδὲν κωλύει ἁπλῶς ὂν ἀγαθόν τῷδε μὴ εἶναι ἀγαθόν, ἢ τῷδε μὲν ἀγαθόν, ἀλλʹ οὐ νῦν ἢ οὐκ ἐνταῦθʹ ἀγαθόν; ἆρʹ ὃ μὴ βούλοιτʹ ἂν ὁ φρόνιμος, κακόν; ἀποβαλεῖν δʹ οὐ βούλεται τἀγαθόν. κακόν ἄρα τἀγαθόν. οὐ γὰρ ταὐτόν εἰπεῖν τἀγαθόν εἶναι κακόν καὶ τό ἀποβαλεῖν τἀγαθόν. ὁμοίως δὲ καὶ ὁ τοῦ κλέπτου λόγος. οὐ γάρ, εἰ κακόν ἐστιν ὁ κλέπτης, καὶ τό λαβεῖν ἐστι κακόν. οὔκουν τό κακόν βούλεται, ἀλλὰ τἀγαθόν. τό γὰρ λαβεῖν ἀγαθόν. καὶ ἡ νόσος κακόν ἐστιν, ἀλλʹ οὐ τό ἀποβαλεῖν νόσον. ἆρα τό δίκαιον τοῦ ἀδίκου καὶ τό δικαίως τοῦ ἀδίκως αἱρετώτερον; ἀλλʹ ἀποθανεῖν ἀδίκως αἱρετώτερον. ἆρα δίκαιόν ἐστι τὰ αὑτοῦ ἔχειν ἕκαστον; ἃ δʹ ἄν τις κρίνῃ κατὰ δόξαν τὴν αὑτοῦ, κἂν ἦ ψευδής, κύριά ἐστιν ἐκ τοῦ νόμου. τό αὐτό ἄρα δίκαιον καὶ οὐ δίκαιον. καὶ πότερον δεῖ κρίνειν, τόν τὰ δίκαια λέγοντα ἢ τόν τὰ ἄδικα; ἀλλὰ μὴν καὶ τόν ἀδικούμενον δίκαιόν ἐστιν ἱκανῶς λέγειν ἃ ἔπαθεν. ταῦτα δʹ ἦν ἄδικα. οὐ γάρ, εἰ παθεῖν τι ἀδίκως αἱρετόν, τό ἀδίκως αἱρετώτερον τοῦ δικαίως, ἀλλʹ ἁπλῶς μὲν τό δικαίως, τοδὶ μέντοι οὐδὲν κωλύει ἀδίκως ἢ δικαίως. καὶ τό ἔχειν τὰ αὐτοῦ δίκαιον, τό δὲ τἀλλότρια οὐ δίκαιον. κρίσιν μέντοι ταύτην δικαίαν εἶναι οὐδὲν κωλύει, οἷον ἂν ἦ κατὰ δόξαν τοῦ κρίναντος. οὐ γάρ, εἰ δίκαιον τῳδὶ ἢ ὡδί, καὶ ἁπλῶς δίκαιον. ὁμοίως δὲ καὶ ἄδικα ὄντα οὐδὲν κωλύει λέγειν γε αὐτὰ δίκαιον εἶναι. οὐ γάρ, εἰ λέγειν δίκαιον, ἀνάγκη δίκαια εἶναι, ὥσπερ οὐδʹ εἰ ὠφέλιμον λέγειν, ὠφέλιμα. ὁμοίως δὲ καὶ ἐπὶ τῶν δικαίων. ὥστʹ οὐκ εἰ τὰ λεγόμενα ἄδικα, ὁ λέγων ἄδικα νικᾶται. λέγει γὰρ ἃ λέγειν ἐστὶ δίκαια, ἁπλῶς δὲ καὶ παθεῖν ἄδικα.
Κεφάλαιον κςʹ
[181b] Τοῖς δὲ παρὰ τόν ὁρισμόν γινομένοις τοῦ ἐλέγχου, καθάπερ ὑπεγράφη πρότερον, ἀπαντητέον σκοποῦσι τό συμπέρασμα πρός τὴν ἀντίφασιν, ὅπως ἔσται τό αὐτό καὶ κατὰ τό αὐτό καὶ πρός τό αὐτό καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ. ἐὰν δʹ ἐν ἀρχῇ προσέρηται, οὐχ ὁμολογητέον ὡς ἀδύνατον τό αὐτό εἶναι διπλάσιον καὶ μὴ διπλάσιον, ἀλλὰ φατέον, μὴ μέντοι ὡδὶ ὥς ποτʹ ἦν τό ἐλέγχεσθαι διωμολογημένον. εἰσὶ δὲ πάντες οἵδʹ οἱ λόγοι παρὰ τό τοιοῦτο. ἆρʹ ὁ εἰδὼς ἕκαστον ὅτι ἕκαστον οἶδε τό πρᾶγμα; καὶ ὁ ἀγνοῶν ὡσαύτως; εἰδὼς δέ τις τόν Κορίσκον ὅτι Κορίσκος ἀγνοοίη ἂν ὅτι μουσικός, ὥστε ταὐτό ἐπίσταται καὶ ἀγνοεῖ. ἆρα τό τετράπηχυ τοῦ τριπήχεος μεῖζον; γένοιτο δʹ ἂν ἐκ τριπήχεος τετράπηχυ κατὰ τό μῆκος. τό δὲ μεῖζον ἐλάττονος μεῖζον. αὐτό ἄρα αὑτοῦ κατὰ ταὐτό μεῖζον καὶ ἔλαττον.
Κεφάλαιον κζʹ
Τοὺς δὲ παρὰ τό αἰτεῖσθαι καὶ λαμβάνειν τό ἐν ἀρχῇ πυνθανομένῳ, ἂν ἦ δῆλον, οὐ δοτέον, οὐδʹ ἂν ἔνδοξον ἦ λέγοντι τἀληθές. ἂν δὲ λάθῃ, τὴν ἄγνοιαν διὰ τὴν μοχθηρίαν τῶν τοιούτων λόγων εἰς τόν ἐρωτῶντα μεταστρεπτέον ὡς οὐ διειλεγμένον. ὁ γὰρ ἔλεγχος ἄνευ τοῦ ἐξ ἀρχῆς. εἶθʹ ὅτι ἐδόθη οὐχ ὡς τούτῳ χρησομένου, ἀλλʹ ὡς πρός τοῦτο συλλογιουμένου, τοὐναντίον ἢ ἐπὶ τῶν παρεξελέγχων.
Κεφάλαιον κηʹ
Καὶ τοὺς διὰ τοῦ παρεπομένου συμβιβάζοντας ἐπʹ αὐτοῦ τοῦ λόγου δεικτέον. ἔστι δὲ διττὴ ἡ τῶν ἑπομένων ἀκολούθησις. ἢ γὰρ ὡς τῷ ἐν μέρει τό καθόλου, οἷον ἀνθρώπῳ ζῷον (ἀξιοῦται γάρ, εἰ τόδε μετὰ τοῦδε, καὶ τόδʹ εἶναι μετὰ τοῦδε), ἢ κατὰ τὰς ἀντιθέσεις (εἰ γὰρ τόδε τῷδε ἀκολουθεῖ, τῷ ἀντικειμένῳ τό ἀντικείμενον). παρʹ ὃ καὶ ὁ τοῦ Μελίσσου λόγος. εἰ γὰρ τό γεγονός ἔχει ἀρχήν, τό ἀγένητον ἀξιοῖ μὴ ἔχειν, ὥστʹ εἰ ἀγένητος ὁ οὐρανός, καὶ ἄπειρος. τό δʹ οὐκ ἔστιν. ἀνάπαλιν γὰρ ἡ ἀκολούθησις.
Κεφάλαιον κθʹ
Ὅσοι τε παρὰ τό προστιθέναι τι συλλογίζονται, σκοπεῖν εἰ ἀφαιρουμένου συμβαίνει μηδὲν ἧττον τό ἀδύνατον. κἄπειτα τοῦτο ἐμφανιστέον, καὶ λεκτέον ὡς ἔδωκεν οὐχ ὡς δοκοῦν ἀλλʹ ὡς πρός τόν λόγον, ὁ δὲ κέχρηται οὐδὲν πρός τόν λόγον.
Κεφάλαιον λʹ
Πρός δὲ τοὺς τὰ πλείω ἐρωτήματα ἓν ποιοῦντας εὐθὺς ἐν ἀρχῇ διοριστέον. ἐρώτησις γὰρ μία πρός ἣν μία ἀπόκρισις ἔστιν, ὥστʹ οὔτε πλείω καθʹ ἑνός οὔτε ἓν κατὰ πολλῶν, ἀλλʹ ἓν καθʹ ἑνός φατέον ἢ ἀποφατέον. ὥσπερ δὲ ἐπὶ τῶν [182a] ὁμωνύμων ὁτὲ μὲν ἀμφοῖν ὁτὲ δʹ οὐδετέρῳ ὑπάρχει, ὥστε μὴ ἁπλοῦ ὄντος τοῦ ἐρωτήματος ἁπλῶς ἀποκρινομένοις οὐδὲν συμβαίνει πάσχειν, ὁμοίως καὶ ἐπὶ τούτων. ὅταν μὲν οὖν τὰ πλείω τῷ ἑνὶ ἢ τό ἓν τοῖς πολλοῖς ὑπάρχῃ, τῷ ἁπλῶς δόντι καὶ ἁμαρτόντι ταύτην τὴν ἁμαρτίαν οὐδὲν ὑπεναντίωμα συμβαίνει, ὅταν δὲ τῷ μὲν τῷ δὲ μή, ἢ πλείω κατὰ πλειόνων. καὶ ἔστιν ὡς ὑπάρχει ἀμφότερα ἀμφοτέροις, ἔστι δʹ ὡς οὐχ ὑπάρχει πάλιν, ὥστε τοῦτʹ εὐλαβητέον. οἷον ἐν τοῖσδε τοῖς λόγοις. εἰ τό μέν ἐστιν ἀγαθόν τό δὲ κακόν, ὅτι ταῦτα ἀληθὲς εἰπεῖν ἀγαθόν καὶ κακόν, καὶ πάλιν μήτʹ ἀγαθόν μήτε κακόν (οὐκ ἔστι γὰρ ἑκάτερον ἑκάτερον), ὥστε ταὐτό ἀγαθόν καὶ κακόν καὶ οὔτʹ ἀγαθόν οὔτε κακόν, καὶ εἰ ἕκαστον αὐτό αὑτῷ ταὐτό καὶ ἄλλου ἕτερον, ἐπειδὴ οὐκ ἄλλοις ταὐτὰ ἀλλʹ αὑτοῖς καὶ ἕτερα αὑτῶν, τὰ αὐτὰ ἑαυτοῖς ἕτερα καὶ τὰ αὐτά. ἔτι εἰ τό μὲν ἀγαθόν κακόν γίνεται, τό δὲ κακόν ἀγαθόν, δύο γένοιντʹ ἄν. δυοῖν δὲ καὶ ἀνίσων ἑκάτερον αὐτό αὑτῷ ἴσον. ὥστε ἴσα καὶ ἄνισα αὐτὰ αὑτοῖς.
Ἐμπίπτουσι μὲν οὖν οὗτοι καὶ εἰς ἄλλας λύσεις. καὶ γὰρ τό ἄμφω καὶ τό ἅπαντα πλείω σημαίνει. οὔκουν ταὐτόν, πλὴν ὄνομα, συμβαίνει φῆσαι καὶ ἀποφῆσαι. τοῦτο δʹ οὐκ ἦν ἔλεγχος, ἀλλὰ φανερόν ὅτι μὴ μιᾶς ἐρωτήσεως τῶν πλειόνων γινομένης, ἀλλʹ ἓν καθʹ ἑνός φάντος ἢ ἀποφάντος, οὐκ ἔσται τό ἀδύνατον.
Κεφάλαιον λαʹ
Περὶ δὲ τῶν ἀπαγόντων εἰς <τό> τό αὐτό πολλάκις εἰπεῖν φανερόν ὡς οὐ δοτέον τῶν πρός τι λεγομένων σημαίνειν τι χωριζομένας καθʹ αὑτὰς τὰς κατηγορίας, οἷον διπλάσιον ἀντὶ τοῦ διπλάσιον ἡμίσεος, ὅτι ἐμφαίνεται. καὶ γὰρ τό δέκα ἐν τοῖς ἑνός δέουσι δέκα καὶ τό ποιῆσαι ἐν τῷ μὴ ποιῆσαι καὶ ὅλως ἐν τῇ ἀποφάσει ἡ φάσις. ἀλλʹ ὅμως οὐκ εἴ τις λέγει τοδὶ μὴ εἶναι λευκόν, λέγει αὐτό λευκόν εἶναι. τό δὲ διπλάσιον οὐδὲ σημαίνει οὐδὲν ἴσως, ὥσπερ οὐδὲ τό ἥμισυ. εἰ δʹ ἄρα καὶ σημαίνει, ἀλλʹ οὐ ταὐτό καὶ συνῃρημένον. οὐδʹ ἡ ἐπιστήμη ἐν τῷ εἴδει (οἷον εἰ ἔστιν ἡ ἰατρικὴ ἐπιστήμη), ὅπερ τό κοινόν. ἐκεῖνο δʹ ἦν ἐπιστήμη ἐπιστητοῦ. ἐν δὲ τοῖς <τούτων> διʹ ὧν δηλοῦται κατηγορουμένοις τοῦτο λεκτέον, ὡς οὐ τό αὐτό χωρὶς καὶ ἐν τῷ λόγῳ τό δηλούμενον. τό γὰρ κοῖλον κοινῇ μὲν τό αὐτό δηλοῖ ἐπὶ τοῦ σιμοῦ καὶ τοῦ ῥοικοῦ, προστιθέμενον δὲ οὐδὲν κωλύει ἄλλα, τό μὲν τῇ ῥινὶ τό [182b] δὲ τῷ σκέλει, σημαίνειν. ἔνθα μὲν γὰρ τό σιμόν, ἔνθα δὲ τό ῥοικόν σημαίνει, καὶ οὐδὲν διαφέρει εἰπεῖν ῥὶς σιμὴ ἢ ῥὶς κοίλη. ἔτι οὐ δοτέον τὴν λέξιν κατʹ εὐθύ. ψεῦδος γάρ ἐστιν. οὐ γάρ ἐστι τό σιμόν ῥὶς κοίλη ἀλλὰ ῥινός τοδί, οἷον πάθος, ὥστʹ οὐδὲν ἄτοπον εἰ ἡ ῥὶς ἡ σιμὴ ῥίς ἐστιν ἔχουσα κοιλότητα ῥινός.
Κεφάλαιον λβʹ
Περὶ δὲ τῶν σολοικισμῶν, παρʹ ὅ τι μὲν φαίνονται συμβαίνειν εἴπομεν πρότερον. ὡς δὲ λυτέον, ἐπʹ αὐτῶν τῶν λόγων ἔσται φανερόν. ἅπαντες γὰρ οἱ τοιοίδε τοῦτο βούλονται κατασκευάζειν. ἆρʹ ὃ λέγεις ἀληθῶς, καὶ ἔστι τοῦτο ἀληθῶς; φῂς δʹ εἶναί τι λίθον. ἔστιν ἄρα τι λίθον. ἢ τό λέγειν λίθον οὐκ ἔστι λέγειν ὃ ἀλλʹ ὅν, οὐδὲ τοῦτο ἀλλὰ τοῦτον. εἰ οὖν ἔροιτό τις, ἆρʹ ὃν ἀληθῶς λέγεις, ἔστι τοῦτον;, οὐκ ἂν δοκοίη ἑλληνίζειν, ὥσπερ οὐδʹ εἰ ἔροιτο, ἆρʹ ἣν λέγεις εἶναι, ἔστιν οὗτος;. ξύλον δʹ εἰπεῖν οὗτος, ἢ ὅσα μήτε θῆλυ μήτʹ ἄρρεν σημαίνει, οὐδὲν διαφέρει. διό καὶ οὐ γίνεται σολοικισμός. εἰ ὃ λέγεις εἶναι, ἔστι τοῦτο, ξύλον δὲ λέγεις εἶναι, ἔστιν ἄρα ξύλον. τό δὲ λίθος καὶ τό οὗτος ἄρρενος ἔχει κλίσιν. εἰ δή τις ἔροιτο ἆρʹ οὗτός ἐστιν αὕτη;, εἶτα πάλιν τί δʹ; οὐχ οὗτός ἐστι Κορίσκος;, εἶτʹ εἴπειεν ἔστιν ἄρα οὗτος αὕτη, οὐ συλλελόγισται τόν σολοικισμόν, οὐδʹ εἰ τό Κορίσκος σημαίνει ὅπερ αὕτη, μὴ δίδωσι δὲ ὁ ἀποκρινόμενος, ἀλλὰ δεῖ τοῦτο προσερωτηθῆναι. εἰ δὲ μήτʹ ἔστιν μήτε δίδωσιν, οὐ συλλελόγισται οὔτε τῷ ὄντι οὔτε πρός τόν ἠρωτημένον. ὁμοίως οὖν δεῖ κἀκεῖ τόν λίθον σημαίνειν οὗτος. εἰ δὲ μήτε ἔστι μήτε δέδοται, οὐ λεκτέον τό συμπέρασμα. φαίνεται δὲ παρὰ τό τὴν ἀνόμοιον πτῶσιν τοῦ ὀνόματος ὁμοίαν φαίνεσθαι. ἆρʹ ἀληθές ἐστιν εἰπεῖν ὅτι ἔστιν αὕτη ὅπερ εἶναι φῂς αὐτήν; εἶναι δὲ φῂς ἀσπίδα. ἔστιν ἄρα αὕτη ἀσπίδα. ἢ οὐκ ἀνάγκη, εἰ μὴ τό αὕτη ἀσπίδα σημαίνει ἀλλʹ ἀσπίς, τό δὲ ταύτην ἀσπίδα. οὐδʹ εἰ ὃ φῂς εἶναι τοῦτον, ἔστιν οὗτος, φῂς δʹ εἶναι Κλέωνα, ἔστιν ἄρα οὗτος Κλέωνα. οὐ γὰρ ἔστιν οὗτος Κλέωνα. εἴρηται γὰρ ὅτι ὅ φημι εἶναι τοῦτον, ἔστιν οὗτος, οὐ τοῦτον. οὐδὲ γὰρ ἂν ἑλληνίζοι οὕτως τό ἐρώτημα λεχθέν, ἆρʹ ἐπίστασαι τοῦτο; τοῦτο δʹ ἐστὶ λίθος. ἐπίστασαι ἄρα λίθος. ἢ οὐ ταὐτό σημαίνει τό τοῦτο ἐν τῷ ἆρʹ ἐπίστασαι τοῦτο; καὶ ἐν τῷ τοῦτο δὲ λίθος, ἀλλʹ ἐν μὲν τῷ πρώτῳ τοῦτον, ἐν δὲ τῷ ὑστέρῳ οὗτος. ἆρʹ οὗ ἐπιστήμην ἔχεις, ἐπίστασαι τοῦτο; ἐπιστήμην δʹ ἔχεις λίθου. ἐπίστασαι ἄρα λίθου. ἢ τό μὲν οὗ λίθου λέγει, [183a] τό δὲ τοῦτο λίθον. ἐδόθη δʹ, οὗ ἐπιστήμην ἔχεις, ἐπίστασθαι οὐ τούτου ἀλλὰ τοῦτο, ὥστʹ οὐ τοῦ λίθου ἀλλὰ τόν λίθον.
Ὅτι μὲν οὖν οἱ τοιοῦτοι τῶν λόγων οὐ συλλογίζονται σολοικισμόν ἀλλὰ φαίνονται, καὶ διὰ τί τε φαίνονται καὶ πῶς ἀπαντητέον πρός αὐτούς, φανερόν ἐκ τῶν εἰρημένων.
Κεφάλαιον λγʹ
Δεῖ δὲ καὶ κατανοεῖν ὅτι πάντων τῶν λόγων οἱ μέν εἰσι ῥᾴους κατιδεῖν, οἱ δὲ χαλεπώτεροι, παρὰ τί καὶ ἐν τίνι παραλογίζονται τόν ἀκούοντα, πολλάκις οἱ αὐτοὶ ἐκείνοις ὄντες. τόν αὐτόν γὰρ λόγον δεῖ καλεῖν τόν παρὰ ταὐτό γινόμενον. ὁ αὐτός δὲ λόγος τοῖς μὲν παρὰ τὴν λέξιν τοῖς δὲ παρὰ τό συμβεβηκός τοῖς δὲ παρʹ ἕτερον δόξειεν ἂν εἶναι διὰ τό μεταφερόμενον ἕκαστον μὴ ὁμοίως εἶναι δῆλον. ὥσπερ οὖν ἐν τοῖς παρὰ τὴν ὁμωνυμίαν, ὅσπερ δοκεῖ τρόπος εὐηθέστατος εἶναι τῶν παραλογισμῶν, τὰ μὲν καὶ τοῖς τυχοῦσίν ἐστι δῆλα (καὶ γὰρ οἱ λόγοι σχεδόν οἱ γελοῖοι πάντες εἰσὶ παρὰ τὴν λέξιν, οἷον ἀνὴρ ἐφέρετο κατὰ κλίμακος δίφρον, καὶ ποῖ στέλλεσθε; πρός τὴν κεραίαν, καὶ ποτέρα τῶν βοῶν ἔμπροσθεν τέξεται; οὐδετέρα, ἀλλʹ ὄπισθεν ἄμφω, καὶ καθαρός ὁ βορέας; οὐ δῆτα. ἀπεκτόνηκε γὰρ τόν πτωχόν κατῳνωμένον. ἆρʹ Εὔαρχος; οὐ δῆτα, ἀλλʹ Ἀπολλωνίδης. τόν αὐτόν δὲ τρόπον καὶ τῶν ἄλλων σχεδόν οἱ πλεῖστοι). τὰ δὲ καὶ τοὺς ἐμπειροτάτους φαίνεται λανθάνειν (σημεῖον δὲ τούτου ὅτι μάχονται πολλάκις περὶ τῶν ὀνομάτων, οἷον πότερον ταὐτό σημαίνει κατὰ πάντων τό ὂν καὶ τό ἕν, ἢ ἕτερον. τοῖς μὲν γὰρ δοκεῖ ταὐτό σημαίνειν τό ὂν καὶ τό ἕν, οἱ δὲ τόν Ζήνωνος λόγον καὶ Παρμενίδου λύουσι διὰ τό πολλαχῶς φάναι τό ἓν λέγεσθαι καὶ τό ὄν). ὁμοίως δὲ καὶ <τῶν> παρὰ τό συμβεβηκός καὶ παρὰ τῶν ἄλλων ἕκαστον οἱ μὲν ἔσονται ῥᾴους ἰδεῖν οἱ δὲ χαλεπώτεροι τῶν λόγων, καὶ λαβεῖν ἐν τίνι γένει, καὶ πότερον ἔλεγχος ἢ οὐκ ἔλεγχος, οὐ ῥᾴδιον ὁμοίως περὶ πάντων.
Ἔστι δὲ δριμὺς λόγος ὅστις ἀπορεῖν ποιεῖ μάλιστα. δάκνει γὰρ οὗτος μάλιστα. ἀπορία δʹ ἐστὶ διττή, ἡ μὲν ἐν τοῖς συλλελογισμένοις, ὅ τι ἀνέλῃ τις τῶν ἐρωτημάτων, ἡ δʹ ἐν τοῖς ἐριστικοῖς, πῶς εἴπῃ τις τό προταθέν. διόπερ ἐν τοῖς συλλογιστικοῖς οἱ δριμύτεροι λόγοι ζητεῖν μᾶλλον ποιοῦσιν. ἔστι δὲ συλλογιστικός μὲν λόγος δριμύτατος ἂν ἐξ ὅτι μάλιστα δοκούντων ὅτι μάλιστα ἔνδοξον ἀναιρῇ. εἷς γὰρ ὢν ὁ λόγος μετατιθεμένης τῆς ἀντιφάσεως ἅπαντας ὁμοίους [183b] ἕξει τοὺς συλλογισμούς. ἀεὶ γὰρ ἐξ ἐνδόξων ὁμοίως ἔνδοξον ἀναιρήσει [ἢ κατασκευάσει], διόπερ ἀπορεῖν ἀναγκαῖον. μάλιστα μὲν οὖν ὁ τοιοῦτος δριμύς, ὁ ἐξ ἴσου τό συμπέρασμα ποιῶν τοῖς ἐρωτήμασι, δεύτερος δʹ ὁ ἐξ ἁπάντων ὁμοίων. οὗτος γὰρ ὁμοίως ποιήσει ἀπορεῖν ὁποῖον τῶν ἐρωτημάτων ἀναιρετέον. τοῦτο δὲ χαλεπόν. ἀναιρετέον μὲν γάρ, ὅ τι δʹ ἀναιρετέον ἄδηλον. τῶν δʹ ἐριστικῶν δριμύτατος μὲν ὁ πρῶτον εὐθὺς ἄδηλος πότερον συλλελόγισται ἢ οὔ, καὶ πότερον παρὰ ψεῦδος ἢ διαίρεσίν ἐστιν ἡ λύσις. δεύτερος δὲ τῶν ἄλλων ὁ δῆλος μὲν ὅτι παρὰ διαίρεσιν ἢ ἀναίρεσίν ἐστι, μὴ φανερός δʹ ὢν διὰ τίνος τῶν ἠρωτημένων ἀναίρεσιν ἢ διαίρεσιν λυτέος ἐστίν, ἢ πότερον αὕτη παρὰ τό συμπέρασμα ἢ παρά τι τῶν ἐρωτημάτων ἐστίν.
Ἐνίοτε μὲν οὖν ὁ μὴ συλλογισθεὶς λόγος εὐήθης ἐστίν, ἐὰν ἦ λίαν ἄδοξα ἢ ψευδῆ τὰ λήμματα. ἐνίοτε δʹ οὐκ ἄξιος καταφρονεῖσθαι. ὅταν μὲν γὰρ ἐλλείπῃ τι τῶν τοιούτων ἐρωτημάτων περὶ ἃ ὁ λόγος καὶ διʹ ἅ, [καὶ] μὴ προσλαβὼν τοῦτο καὶ μὴ συλλογισάμενος εὐήθης ὁ συλλογισμός. ὅταν δὲ τῶν ἔξωθεν, οὐκ εὐκαταφρόνητος οὐδαμῶς, ἀλλʹ ὁ μὲν λόγος ἐπιεικής, ὁ δʹ ἐρωτῶν ἠρώτηκεν οὐ καλῶς.
Ἔστι δέ, ὥσπερ λύειν ὁτὲ μὲν πρός τόν λόγον ὁτὲ δὲ πρός τόν ἐρωτῶντα καὶ τὴν ἐρώτησιν ὁτὲ δὲ πρός οὐδέτερον τούτων_ὁμοίως καὶ ἐρωτᾶν ἔστι καὶ συλλογίζεσθαι καὶ πρός τὴν θέσιν καὶ πρός τόν ἀποκρινόμενον καὶ πρός τόν χρόνον, ὅταν ἦ πλείονος χρόνου δεομένη ἡ λύσις [ἢ] τοῦ παρόντος καιροῦ τοῦ διαλεχθῆναι πρός τὴν λύσιν.
ΠΕΡΙ ΤΩΝ ΣΟΦΙΣΤΙΚΩΝ ΕΛΕΓΧΩΝ ΕΝΟΤΗΤΑΙ, Η ΤΡΙΤΗ
Σοφιστικοὶ Ἔλεγχοι γ΄
Κεφάλαιον λδʹ
Ἐκ πόσων μὲν οὖν καὶ ποίων γίνονται τοῖς διαλεγομένοις οἱ παραλογισμοί, καὶ πῶς δείξομέν τε ψευδόμενον καὶ παράδοξα λέγειν ποιήσομεν, ἔτι δʹ ἐκ τίνων συμβαίνει ὁ συλλογισμός, καὶ πῶς ἐρωτητέον καὶ τίς ἡ τάξις τῶν ἐρωτημάτων, ἔτι δὲ πρός τί χρήσιμοι πάντες εἰσὶν οἱ τοιοῦτοι λόγοι, καὶ περὶ ἀποκρίσεως ἁπλῶς τε πάσης καὶ πῶς λυτέον τοὺς λόγους καὶ τοὺς συλλογισμούς, εἰρήσθω περὶ ἁπάντων ἡμῖν ταῦτα. λοιπόν δὲ περὶ τῆς ἐξ ἀρχῆς προθέσεως ἀναμνήσασιν εἰπεῖν τι βραχὺ περὶ αὐτῆς καὶ τέλος ἐπιθεῖναι τοῖς εἰρημένοις.
Προειλόμεθα μὲν οὖν εὑρεῖν δύναμίν τινα συλλογιστικὴν περὶ τοῦ προβληθέντος ἐκ τῶν ὑπαρχόντων ὡς ἐνδοξοτάτων. τοῦτο γὰρ ἔργον ἐστὶ τῆς διαλεκτικῆς καθʹ αὑτὴν καὶ τῆς [184a] πειραστικῆς. ἐπεὶ δὲ προκατασκευαστέον πρός αὐτὴν διὰ τὴν τῆς σοφιστικῆς γειτνίασιν, ὥστʹ οὐ μόνον πεῖραν δύνασθαι λαβεῖν διαλεκτικῶς ἀλλὰ καὶ ὡς εἰδώς, διὰ τοῦτο οὐ μόνον τό λεχθὲν ἔργον ὑπεθέμεθα τῆς πραγματείας, τό λόγον δύνασθαι λαβεῖν, ἀλλὰ καὶ ὅπως λόγον ὑπέχοντες φυλάξομεν τὴν θέσιν ὡς διʹ ἐνδοξοτάτων ὁμοτρόπως. τὴν δʹ αἰτίαν εἰρήκαμεν τούτου, ἐπεὶ καὶ διὰ τοῦτο Σωκράτης ἠρώτα ἀλλʹ οὐκ ἀπεκρίνετο. ὡμολόγει γὰρ οὐκ εἰδέναι. δεδήλωται δʹ ἐν τοῖς πρότερον καὶ πρός πόσα καὶ ἐκ πόσων τοῦτο ἔσται, καὶ πόθεν εὐπορήσομεν τούτων, ἔτι δὲ πῶς ἐρωτητέον καὶ τακτέον τὴν ἐρώτησιν πᾶσαν, καὶ περί τε ἀποκρίσεων καὶ λύσεων τῶν πρός τοὺς συλλογισμούς. δεδήλωται δὲ καὶ περὶ τῶν ἄλλων ὅσα τῆς αὐτῆς μεθόδου τῶν λόγων ἐστίν. πρός δὲ τούτοις περὶ τῶν παραλογισμῶν διεληλύθαμεν, ὥσπερ εἰρήκαμεν ἤδη πρότερον. ὅτι μὲν οὖν ἔχει τέλος ἱκανῶς ἃ προειλόμεθα, φανερόν. δεῖ δʹ ἡμᾶς μὴ λεληθέναι τό συμβεβηκός περὶ ταύτην τὴν πραγματείαν. τῶν γὰρ εὑρισκομένων ἁπάντων τὰ μὲν παρʹ ἑτέρων ληφθέντα πρότερον πεπονημένα κατὰ μέρος ἐπιδέδωκεν ὑπό τῶν παραλαβόντων ὕστερον, τὰ δʹ ἐξ ὑπαρχῆς εὑρισκόμενα μικρὰν τό πρῶτον ἐπίδοσιν λαμβάνειν εἴωθε, χρησιμωτέραν μέντοι πολλῷ τῆς ὕστερον ἐκ τούτων αὐξήσεως. μέγιστον γὰρ ἴσως ἀρχὴ παντός, ὥσπερ λέγεται. διό καὶ χαλεπώτατον. ὅσῳ γὰρ κράτιστον τῇ δυνάμει, τοσούτῳ μικρότατον ὂν τῷ μεγέθει χαλεπώτατόν ἐστιν ὀφθῆναι. ταύτης δʹ εὑρημένης ῥᾷον τό προστιθέναι καὶ συναύξειν τό λοιπόν ἐστιν. ὅπερ καὶ περὶ τοὺς ῥητορικοὺς λόγους συμβέβηκε, σχεδόν δὲ καὶ περὶ τὰς ἄλλας ἁπάσας τέχνας. οἱ μὲν γὰρ τὰς ἀρχὰς εὑρόντες παντελῶς ἐπὶ μικρόν τι προήγαγον. οἱ δὲ νῦν εὐδοκιμοῦντες, παραλαβόντες παρὰ πολλῶν οἷον ἐκ διαδοχῆς κατὰ μέρος προαγαγόντων, οὕτως ηὐξήκασι, Τεισίας μὲν μετὰ τοὺς πρώτους, Θρασύμαχος δὲ μετὰ Τεισίαν, Θεόδωρος δὲ μετὰ τοῦτον, καὶ πολλοὶ πολλὰ συνενηνόχασι μέρη. διόπερ οὐδὲν θαυμαστόν ἔχειν τι πλῆθος τὴν τέχνην. ταύτης δὲ τῆς πραγματείας οὐ τό μὲν ἦν τό δʹ οὐκ ἦν προεξειργασμένον, ἀλλʹ οὐδὲν παντελῶς ὑπῆρχεν. καὶ γὰρ τῶν περὶ τοὺς ἐριστικοὺς λόγους μισθαρνούντων ὁμοία τις ἦν ἡ παίδευσις τῇ Γοργίου πραγματείᾳ. λόγους γὰρ οἱ μὲν ῥητορικοὺς οἱ δὲ ἐρωτητικοὺς ἐδίδοσαν ἐκμανθάνειν, εἰς οὓς πλειστάκις ἐμπίπτειν ᾠήθησαν ἑκάτεροι τοὺς ἀλλήλων λόγους. διόπερ ταχεῖα μὲν ἄτεχνος δʹ ἦν ἡ διδασκαλία τοῖς μανθάνουσι παρʹ αὐτῶν. οὐ γὰρ τέχνην ἀλλὰ τὰ ἀπό τῆς τέχνης διδόντες παιδεύειν ὑπελάμβανον, ὥσπερ ἂν εἴ τις, ἐπιστήμην φάσκων παραδώσειν ἐπὶ τό μηδὲν πονεῖν τοὺς πόδας, εἶτα σκυτοτομικὴν μὲν μὴ διδάσκοι μηδʹ ὅθεν δυνήσεται πορίζεσθαι τὰ τοιαῦτα, δοίη δὲ πολλὰ γένη παντοδαπῶν ὑποδημάτων. οὗτος γὰρ βεβοήθηκε μὲν πρός τὴν χρείαν, τέχνην δʹ οὐ παρέδωκεν. καὶ περὶ μὲν τῶν ῥητορικῶν ὑπῆρχε πολλὰ καὶ παλαιὰ τὰ λεγόμενα, περὶ δὲ τοῦ συλλογίζεσθαι παντελῶς οὐδὲν εἴχομεν πρότερον λέγειν ἢ τριβῇ ζητοῦντες πολὺν χρόνον ἐπονοῦμεν. εἰ δὲ φαίνεται θεασαμένοις ὑμῖν, ὡς ἐκ τοιούτων ἐξ ἀρχῆς ὑπαρχόντων, ἔχειν ἡ μέθοδος ἱκανῶς παρὰ τὰς ἄλλας πραγματείας τὰς ἐκ παραδόσεως ηὐξημένας, λοιπόν ἂν εἴη πάντων ὑμῶν [ἢ] τῶν ἠκροαμένων ἔργον τοῖς μὲν παραλελειμμένοις τῆς μεθόδου συγγνώμην τοῖς δʹ εὑρημένοις πολλὴν ἔχειν χάριν.§ 1. Ἐκ πόσων μὲν οὖν καὶ ποίων γίνονται τοῖς διαλεγομένοις οἱ παραλογισμοί, καὶ πῶς δείξομέν τε ψευδόμενον καὶ παράδοξα λέγειν ποιήσομεν, ἔτι δ´ ἐκ τίνων συμβαίνει ὁ συλλογισμός, καὶ πῶς ἐρωτητέον καὶ τίς ἡ τάξις τῶν ἐρωτημάτων, ἔτι δὲ πρὸς τί χρήσιμοι πάντες εἰσὶν οἱ τοιοῦτοι λόγοι, καὶ περὶ ἀποκρίσεως ἁπλῶς τε πάσης καὶ πῶς λυτέον τοὺς λόγους καὶ τοὺς συλλογισμούς, εἰρήσθω περὶ ἁπάντων ἡμῖν ταῦτα. § 2. Λοιπὸν δὲ περὶ τῆς ἐξ ἀρχῆς προθέσεως ἀναμνήσασιν εἰπεῖν τι βραχὺ περὶ αὐτῆς καὶ τέλος ἐπιθεῖναι τοῖς εἰρημένοις.
§ 3. Προειλόμεθα μὲν οὖν εὑρεῖν δύναμίν τινα συλλογιστικὴν περὶ τοῦ προβληθέντος ἐκ τῶν ὑπαρχόντων ὡς ἐνδοξοτάτων· τοῦτο γὰρ ἔργον ἐστὶ τῆς διαλεκτικῆς καθ´ αὑτὴν καὶ τῆς [184a] πειραστικῆς. Ἐπεὶ δὲ προκατασκευαστέον πρὸς αὐτὴν διὰ τὴν τῆς σοφιστικῆς γειτνίασιν, ὥστ´ οὐ μόνον πεῖραν δύνασθαι λαβεῖν διαλεκτικῶς ἀλλὰ καὶ ὡς εἰδώς, διὰ τοῦτο οὐ μόνον τὸ λεχθὲν ἔργον ὑπεθέμεθα τῆς πραγματείας, τὸ λόγον δύνασθαι λαβεῖν, ἀλλὰ καὶ ὅπως λόγον ὑπέχοντες φυλάξομεν τὴν θέσιν ὡς δι´ ἐνδοξοτάτων ὁμοτρόπως. Τὴν δ´ αἰτίαν εἰρήκαμεν τούτου, ἐπεὶ καὶ διὰ τοῦτο Σωκράτης ἠρώτα ἀλλ´ οὐκ ἀπεκρίνετο· ὡμολόγει γὰρ οὐκ εἰδέναι. § 4. Δεδήλωται δ´ ἐν τοῖς πρότερον καὶ πρὸς πόσα καὶ ἐκ πόσων τοῦτο ἔσται, καὶ πόθεν εὐπορήσομεν τούτων, ἔτι δὲ πῶς ἐρωτητέον καὶ τακτέον τὴν ἐρώτησιν πᾶσαν, καὶ περί τε ἀποκρίσεων καὶ λύσεων τῶν πρὸς τοὺς συλλογισμούς. Δεδήλωται δὲ καὶ περὶ τῶν ἄλλων ὅσα τῆς αὐτῆς μεθόδου τῶν λόγων ἐστίν. Πρὸς δὲ τούτοις περὶ τῶν παραλογισμῶν διεληλύθαμεν, ὥσπερ εἰρήκαμεν ἤδη πρότερον. Ὅτι μὲν οὖν ἔχει τέλος ἱκανῶς ἃ προειλόμεθα, φανερόν·
§ 5. δεῖ δ´ ἡμᾶς μὴ λεληθέναι τὸ συμβεβηκὸς περὶ ταύτην τὴν πραγματείαν. § 6. Τῶν γὰρ εὑρισκομένων ἁπάντων τὰ μὲν παρ´ ἑτέρων ληφθέντα πρότερον πεπονημένα κατὰ μέρος ἐπιδέδωκεν ὑπὸ τῶν παραλαβόντων ὕστερον, τὰ δ´ ἐξ ὑπαρχῆς εὑρισκόμενα μικρὰν τὸ πρῶτον ἐπίδοσιν λαμβάνειν εἴωθε, χρησιμωτέραν μέντοι πολλῷ τῆς ὕστερον ἐκ τούτων αὐξήσεως· μέγιστον γὰρ ἴσως ἀρχὴ παντός, ὥσπερ λέγεται. Διὸ καὶ χαλεπώτατον· ὅσῳ γὰρ κράτιστον τῇ δυνάμει, τοσούτῳ μικρότατον ὂν τῷ μεγέθει χαλεπώτατόν ἐστιν ὀφθῆναι. Ταύτης δ´ εὑρημένης ῥᾷον τὸ προστιθέναι καὶ συναύξειν τὸ λοιπόν ἐστιν· ὅπερ καὶ περὶ τοὺς ῥητορικοὺς λόγους συμβέβηκε, σχεδὸν δὲ καὶ περὶ τὰς ἄλλας ἁπάσας τέχνας. Οἱ μὲν γὰρ τὰς ἀρχὰς εὑρόντες παντελῶς ἐπὶ μικρόν τι προήγαγον· οἱ δὲ νῦν εὐδοκιμοῦντες, παραλαβόντες παρὰ πολλῶν οἷον ἐκ διαδοχῆς κατὰ μέρος προαγαγόντων, οὕτως ηὐξήκασι, Τεισίας μὲν μετὰ τοὺς πρώτους, Θρασύμαχος δὲ μετὰ Τεισίαν, Θεόδωρος δὲ μετὰ τοῦτον, καὶ πολλοὶ πολλὰ συνενηνόχασι μέρη· διόπερ οὐδὲν θαυμαστὸν ἔχειν τι πλῆθος τὴν τέχνην. § 7. Ταύτης δὲ τῆς πραγματείας οὐ τὸ μὲν ἦν τὸ δ´ οὐκ ἦν προεξειργασμένον, ἀλλ´ οὐδὲν παντελῶς ὑπῆρχεν. § 8. Καὶ γὰρ τῶν περὶ τοὺς ἐριστικοὺς λόγους μισθαρνούντων ὁμοία τις ἦν ἡ παίδευσις τῇ Γοργίου πραγματείᾳ· λόγους γὰρ οἱ μὲν ῥητορικοὺς οἱ δὲ ἐρωτητικοὺς ἐδίδοσαν ἐκμανθάνειν, εἰς οὓς πλειστάκις ἐμπίπτειν ᾠήθησαν [184b] ἑκάτεροι τοὺς ἀλλήλων λόγους. Διόπερ ταχεῖα μὲν ἄτεχνος δ´ ἦν ἡ διδασκαλία τοῖς μανθάνουσι παρ´ αὐτῶν· οὐ γὰρ τέχνην ἀλλὰ τὰ ἀπὸ τῆς τέχνης διδόντες παιδεύειν ὑπελάμβανον, ὥσπερ ἂν εἴ τις, ἐπιστήμην φάσκων παραδώσειν ἐπὶ τὸ μηδὲν πονεῖν τοὺς πόδας, εἶτα σκυτοτομικὴν μὲν μὴ διδάσκοι μηδ´ ὅθεν δυνήσεται πορίζεσθαι τὰ τοιαῦτα, δοίη δὲ πολλὰ γένη παντοδαπῶν ὑποδημάτων· οὗτος γὰρ βεβοήθηκε μὲν πρὸς τὴν χρείαν, τέχνην δ´ οὐ παρέδωκεν.
§ 9. Καὶ περὶ μὲν τῶν ῥητορικῶν ὑπῆρχε πολλὰ καὶ παλαιὰ τὰ [185a] λεγόμενα, περὶ δὲ τοῦ συλλογίζεσθαι παντελῶς οὐδὲν εἴχομεν πρότερον λέγειν ἢ τριβῇ ζητοῦντες πολὺν χρόνον ἐπονοῦμεν. Εἰ δὲ φαίνεται θεασαμένοις ὑμῖν, ὡς ἐκ τοιούτων ἐξ ἀρχῆς ὑπαρχόντων, ἔχειν ἡ μέθοδος ἱκανῶς παρὰ τὰς ἄλλας πραγματείας τὰς ἐκ παραδόσεως ηὐξημένας, λοιπὸν ἂν εἴη πάντων ὑμῶν [ἢ] τῶν ἠκροαμένων ἔργον τοῖς μὲν παραλελειμμένοις τῆς μεθόδου συγγνώμην τοῖς δ´ εὑρημένοις πολλὴν ἔχειν χάριν.
No hay comentarios :
Publicar un comentario